Humanitext Reader

テオクリトス · 牧歌 §22.151-22.223

カストルとリュンケウスの決闘と双子神への賛美

32 / 44 箇所 · ギリシア語

要旨

カストルとリュンケウスの決闘が描かれ、カストルがリュンケウスを討ち倒す。怒ったイダスが復讐しようとするがゼウスの雷霆によって阻まれ、詩人はディオスクロイの勝利と栄光を祝福して歌を締めくくる。

§22.151ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις.
あなた方はその男を説き伏せ、贈り物の賄賂でその婚礼をだまし取った。
§22.152ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν §22.153αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·
確かに何度もあなた方二人の面前で、私自身が、口数は少ないながらも、こう言ったのだ。
§22.154οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε §22.155μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
『友よ、すでに決まった花婿のいる花嫁に求婚することは、優れた英雄たちにふさわしいことではない。
§22.156πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις, §22.157Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, §22.158Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή·
スパルタも広く、馬を走らせるエリスも、羊の群れるアルカディアも、アカイア人の町々も、メッセネもアルゴスも、シシュポスの地の全沿岸も広い。
§22.159ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται §22.160μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.
そこでは、容姿にも知性にも欠けるところのない、無数の乙女たちが両親のもとで育てられている。
§22.161τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε·
彼女たちの中から、あなた方が望む者を妻にすることは容易だ。
§22.162ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι·
優れた人々に対しては、多くの者が義父になりたいと望むものだからだ。
§22.163ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι, §22.164καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
あなた方はすべての英雄の中でも傑出しており、父たちも、遡るすべての祖先の血も優れたものなのだから。
§22.165ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν §22.166ἄμμι γάμον·
だから友よ、この私たちの婚礼を成就させてほしい。
σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες.
あなた方二人のためには、私たち全員で別の婚礼を考えようではないか。
§22.167ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα §22.168πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις.
』私は何度もこのようなことを言ったが、風の息吹がそれらを湿った波へと連れ去り、言葉に恩恵が伴うことはなかった。
§22.169σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες.
あなた方は説得を拒み、冷酷だからだ。
ἀλλʼ ἔτι καὶ νῦν §22.170πείθεσθʼ·
しかし今からでも、どうか聞き入れてくれ。
ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.
私たちは二人とも、父方からすればあなた方のいとこなのだ。
§22.171εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ §22.172νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, §22.173Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, §22.174χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,
だが、もしあなた方の心が戦争を望み、不和を爆発させて同等の血で槍を洗わねばならぬというのなら、イダスと、私の同胞である強きポリュデウケスは、忌まわしい戦闘から手を引くことにしよう。
§22.175νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι §22.176ὁπλοτέρω γεγαῶτε.
そして、より若い者同士である私たち二人、すなわち私とカストルが、戦いによって決着をつけよう。
γονεῦσι δὲ μὴ πολὺ πένθος §22.177ἡμετέροισι λίπωμεν.
親たちに大きな悲しみを残さないために。
ἅλις νέκυς ἐξ ἑνὸς οἴκου §22.178εἶς·
一族から一人の死者が出れば十分だ。
ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους §22.179νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
残りの者は全員、死者としてではなく花婿として仲間たちを喜ばせ、この乙女たちの婚礼を祝うだろう。
§22.180τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.
大きな争いを小さな損害で解決するのがふさわしい。
§22.181εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.
彼は言った。 そして、神はそれを無駄に終わらせるつもりはなかった。
§22.182τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο, §22.183ὣ γενεῇ προφέρεσκον·
年長の二人は、肩から地面へと武具を降ろした。
ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς, §22.184σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην·
そしてリュンケウスが、楯の最外周の縁の下から力強い槍を振りながら、中央に進み出た。
§22.185ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς §22.186Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
カストルも同様に槍の鋭い先を振り動かし、両者の兜の房飾りが揺れ動いた。
§22.187ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον §22.188ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
彼らはまず槍で狙いを定め、互いに肌の露出している部分がないか見張ることに没頭した。
§22.189ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι §22.190δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
しかし、それらの槍は誰かを傷つける前に、恐ろしい楯に突き刺さって先端が折れてしまった。
§22.191τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις §22.192τεῦχον ἐπʼ ἀλλήλοισι·
そこで二人は鞘から剣を抜き、再び互いに向かって死を創り出そうとした。
μάχης δʼ οὐ γίνετʼ ἐρωή.
戦いに休息はなかった。
§22.193πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν §22.194Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς §22.195τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή.
カストルは相手の広い楯や馬毛の生い茂る兜を何度も叩き、鋭い目を持つリュンケウスもカストルの楯を何度も突き、その剣先は赤い兜の房飾りに届くほどだった。
§22.196τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα §22.197φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ §22.198σκαιῷ·
鋭い剣を持ったリュンケウスがカストルの左膝に斬りつけようとしたが、カストルは左足を引いてかわし、その手の先を切り落とした。
ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν §22.199ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
打たれた彼は剣を落とし、父の墓へとたちまち逃げ出そうとした。
§22.200κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
そこでは強きイダスが寄りかかって一族の者たちの戦いを見つめていた。
§22.201ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ §22.202Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ·
しかし、テュンダレオスの子は追いすがり、脇腹と臍を貫いて広い剣を押し込んだ。
ἔγκατα δʼ εἴσω §22.203χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς
青銅の刃はたちまち腸を体内で引き裂き、リュンケウスはうつ伏せに倒れた。
§22.204Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
そして、重い眠りが彼のまぶたに降りてきた。
§22.205οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ §22.206παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.
だが、母親であるラオコオッサは、残されたもう一人の息子をも、父の囲炉裏のそばで喜ばしい婚礼を成就させるのを見ることはなかった。
§22.207ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν §22.208τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας §22.209μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα·
なぜなら、メッセネのイダスは、アパレウスの墓から突き出ている石柱を引きはがし、たちまち自らの兄弟を殺した者に投げつけようとしたからだ。
§22.210ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν §22.211μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
しかしゼウスがカストルを助け、イダスの手から精巧に作られた大理石を叩き落とし、彼自身を燃え盛る雷霆で焼き尽くした。
§22.212οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
このように、テュンダレオスの子らと戦うのは容易なことではない。
§22.213αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.
彼ら自身が強者であり、また強き者から生まれたのだから。
§22.214χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
さらば、レダの子供たちよ。
§22.215ἐσθλὸν ἀεὶ πέμποιτε·
そして私たちの歌に常に素晴らしい誉れを送りたまえ。
φίλοι δέ τε πάντες ἀοιδοὶ §22.216Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν, §22.217Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
すべての詩人はテュンダレオスの子らとヘレネ、そして他の英雄たちの友なのだ、彼らはメネラオスを助けてイリオンを滅ぼしたのだから。
§22.218ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός, §22.219ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν §22.220Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς·
キオスの詩人はあなた方に栄光をもたらした、王たちよ、プリアモスの都、アカイア人の船、イリアスの戦い、そして戦いの砦たるアキレウスを歌い上げて。
§22.221ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων, §22.222οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
そして私もまた、澄んだ声のムーサたちの甘美な歌を、彼女たち自身が与え、また私の家にある限りのものを、あなた方にもたらそう。
§22.223τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.
神々への贈り物の中で、歌こそが最も美しいものなのだから。

語釈・文法注

  1. 22.152οὐ πολύμυθος ἐών περ — 分詞 ἐών (εἰμί) に接続助詞 περ がつくことで譲歩「〜であるけれども」を表す。「口数は多くないけれども」の意。
  2. 22.161τάων εὐμαρὲς ὔμμιν ὀπυίειν — τάων は女性複数属格の関係代名詞で、先行詞は前聯の κόραι (乙女たち)。εὐμαρὲς (ἐστί) は非人称表現で、「〜することは容易である」を意味する。ὔμμιν (ὑμῖν) は与格、ὀπυίειν は不定詞で非人称主語の内容を示す。
  3. 22.173χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης — ἐρωήσουσιν は自動詞(「退く」「手を引く」)として、あるいは他動詞(「〜を退かせる」)として解釈できる。ここでは χεῖρας を対格目的語とし、離脱の属格 ἀπεχθομένης ὑσμίνης を伴って「忌まわしい戦闘から手を引く(手を退かせる)」と解釈するのが自然。主語は Ἴδας と_Πολυδεύκης の二人。
  4. 22.189πάρος τινὰ δηλήσασθαι — 接続詞 πάρος(〜する前に)は不定詞 δηλήσασθαι を伴い、その意味上の主語は対格 τινά(誰かを)である。「誰かを傷つける前に」の意味になる。
  5. 22.196τοῦ μὲν ἄκρην ἐκόλουσεν... χεῖρα / φάσγανον ὀξὺ φέροντος — τοῦ はリュンケウスを指す属格で、分詞 φέροντος にかかる。ἄκρην χεῖρα(手の先、指先)が動詞 ἐκόλουσεν(切り落とした)の目的語。ἐπὶ σκαιὸν γόνυ(左膝に向かって)は、リュンケウスがカストルの左膝を狙って剣を振り下ろそうとした動きを指し、カストルは左足(ποδὶ σκαιῷ)を一歩引きつつ(ὑπεξαναβάς)その手を切り落としたという構造。

この箇所を引用する

テオクリトス, 牧歌 §22.151-22.223. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:22.151-22.223

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。