§22.151ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις.
你们说服了那人,用礼物骗取了婚礼。
§22.152ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν §22.153αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ· §22.154οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε §22.155μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
确实,我不止一次在你们两人面前,亲自说了这些话,虽然我并非多话之人: ‘朋友们啊,向已经有了新郎的妻子求婚,这与优秀的英雄并不相称。
§22.156πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις, §22.157Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, §22.158Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή· §22.159ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται §22.160μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.
斯巴达辽阔,马匹奔驰的伊利斯辽阔,羊群繁茂的阿卡迪亚、阿开亚人的城邦、麦塞内和阿耳戈斯,以及整个西西弗斯的海岸也同样辽阔;在那些地方,无数少女在父母的抚育下成长,她们无论容貌还是智慧都毫不逊色。
§22.161τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε· §22.162ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι·
在她们之中,你们要娶任何想娶的人都是轻而易举的;因为许多人都乐意作优秀之人的岳父。
而你们在所有英雄中都是出类拔萃的,你们的父亲和自古以来的祖先血脉也是如此。
§22.165ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν §22.166ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες.
所以,朋友们,让我们这桩婚事得以圆满;至于你们二位,让我们大家一起为你们筹划另一门亲事。
§22.167ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα §22.168πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις.
’ 我曾多次说起这些,但风的呼吸却将它们带入湿漉漉的波浪中,我的言语并未带来任何恩意。
§22.169σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες.
因为你们二人无法被劝服,且冷酷无情。
ἀλλʼ ἔτι καὶ νῦν §22.170πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.
但即便在此时,请听从吧;从父辈来看,我们俩都是你们的表兄弟。
§22.171εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ §22.172νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, §22.173Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, §22.174χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, §22.175νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι §22.176ὁπλοτέρω γεγαῶτε.
但如果你们的心渴望战争,而我们必须挑起同等的争端、用血来洗涤长枪,就让伊达斯和我那强壮的同胞波吕丢克斯,从这令人厌恶的战斗中收回双手,而我们两个,我和卡斯托尔,作为较年轻的人,用战争来决一雌雄。
γονεῦσι δὲ μὴ πολὺ πένθος §22.177ἡμετέροισι λίπωμεν.
让我们不要给我们的父母留下巨大的悲痛。
ἅλις νέκυς ἐξ ἑνὸς οἴκου §22.178εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους §22.179νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
一个家族里死一个人就足够了;而其余所有的人,作为新郎而不是死者,将使他们的伙伴高兴,并与这些少女成婚。
§22.180τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.
用小小的代价来消除巨大的争端是合宜的。
§22.181εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.
他说了,而神明并未让这些话落空。
§22.182τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο, §22.183ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς, §22.184σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην· §22.185ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς §22.186Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
因为那两个在年龄上较长的人,将武器从肩膀放到了地上;而林叩斯则走到场中,在护盾的最外沿下抖动着他强壮的长枪;同样,卡斯托尔也抖动着长枪尖锐的锋芒;他们两人的头盔羽饰都随之摇动。
§22.187ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον §22.188ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
起初,他们用长枪互相瞄准,专注于寻找对方是否有裸露肌肤的地方。
§22.189ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι §22.190δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
然而,在伤害到任何人之前,长枪的尖端就折断了,它们深深地扎入了可怕的盾牌中。
§22.191τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις §22.192τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή.
于是两人从鞘中拔出利剑,再次向彼此施加杀戮;战斗毫无喘息之机。
§22.193πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν §22.194Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς §22.195τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή.
卡斯托尔多次击中宽阔的盾牌和马鬃头盔,而眼光犀利的林叩斯也多次刺穿了对方的盾牌,他的剑尖直达那红色的羽饰。
§22.196τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα §22.197φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ §22.198σκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν §22.199ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας §22.200κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
当林叩斯将锐利的剑刺向卡斯托尔的左膝时,卡斯托尔左脚后退,削去了他的手尖;被打中的林叩斯丢下剑,急忙朝父亲的坟墓逃去,强壮的伊达斯正倚靠在那里,注视着同族人的战斗。
§22.201ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ §22.202Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω §22.203χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς §22.204Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
但廷达柔斯之子紧追其后,将宽剑直接刺穿了他的肋部和肚脐;青铜利刃顿时将其体内的内脏搅碎;林叩斯俯卧倒地,沉重的睡眠落在了他的眼睑上。
而拉奥科奥萨也未能看见她的另一个儿子在父亲的炉边圆满完成他那令人欣喜的婚礼。
§22.207ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν §22.208τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας §22.209μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα· §22.210ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν §22.211μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
因为麦塞内的伊达斯,从阿法柔斯的坟墓上拔下那根直立的石柱,准备砸向杀死他兄弟的凶手;但宙斯保护了他,从他手中击落了琢磨好的大理石,并用炽热的雷电将他烧成灰烬。
§22.212οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
因此,与廷达柔斯之子战斗绝非易事。
§22.213αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.
他们自身强大,且源于强大的父亲。
再见,勒达的孩子们,愿你们常为我们的赞歌送来美好的荣光。
φίλοι δέ τε πάντες ἀοιδοὶ §22.216Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν, §22.217Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
因为所有的歌手都是廷达柔斯之子、海伦以及其他英雄们的朋友,他们都在帮助梅内拉俄斯时攻破了伊利昂。
§22.218ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός, §22.219ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν §22.220Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς· §22.221ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων, §22.222οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
奇奥斯的歌手为你们创造了荣耀,主宰者啊,他歌颂了普里阿摩斯的城邦、阿开亚人的船只、伊利昂的战役,以及战争的堡垒阿基琉斯;而我也同样向你们献上清脆悦耳的缪斯女神的抚慰之礼,正如她们所赐予的,以及我家中所有的那般。
§22.223τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.
歌声是献给神明最美丽的礼物。