Humanitext Reader

テオクリトス · 牧歌 §22.1-22.75

ディオスクロイへの賛歌とポリュデウケスとアミュコスの対峙

30 / 44 箇所 · ギリシア語

要旨

詩人はゼウスの子であるカストルとポリュデウケスを讃え、彼らが嵐に遭った航海者を救う力を描く。その後、アルゴー船の英雄たちが上陸したベブリュクス人の国で、ポリュデウケスが傲慢な大男アミュコスと対峙し、湧き水を巡って拳闘での決闘を約束する。

§22.1Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
私たちは、レダとアイギスを持つゼウスの二人の息子を歌う。
§22.2Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν §22.3χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
カストルと、牛の革紐を両手の半ばに結びつけて、拳闘において挑むに恐るべきポリュデウケスを。
§22.4ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα §22.5κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς, §22.6ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
私たちは、テスティオスの娘の男の子供たち、ラケダイモンの二人の兄弟、すでに剃刀の刃の上(危急存亡の淵)にある人々を救う者たちを、二度も三度も歌う。
§22.7ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον, §22.8νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα §22.9ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
また、血みどろの混戦の中で取り乱す馬たちや、沈みつつあり、天に至る星々に逆らって進み、激しい嵐に遭遇した船たちの(救い手を)。
§22.10οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα, §22.11ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου, §22.12ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους §22.13ἀμφοτέρους·
嵐は、船尾から、あるいは船首から、あるいはそれぞれの波の欲するままに、大きな波を持ち上げて船腹に投げ込み、両側の船壁を打ち砕く。
κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα §22.14εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος §22.15νυκτὸς ἐφερπούσης·
帆とともに、すべての索具が無秩序に打ち砕かれて垂れ下がり、夜が忍び寄る中で天からは激しい雨が降り注ぐ。
παταγεῖ δʼ εὐρεῖα θάλασσα, §22.16κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
広い海は風と、砕けぬ雹に打たれて轟音を立てる。
§22.17ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας §22.18αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
しかしそれでも、あなた方は、自ら死ぬものと思っている船乗りたちもろとも、深淵から船を引き上げる。
§22.19αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη §22.20ἀμπέλαγος·
たちまち風は止み、滑らかな凪が海に広がる。
νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι· §22.21ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ §22.22φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
雲はあちこちへと散り散りに去り、おおぐま座が現れ、ロバたちの間にはかすかな飼い葉桶が、航海にとってすべてが穏やかであることを告げている。
§22.23ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω, §22.24ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
おお、死すべき者たちの助け手たるお二人よ、おお、親しきお二人よ、馬術の達人、キタラ弾き、競技者、歌い手よ。
§22.25Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
私はカストルから、それともまずポリュデウケスから歌い始めるべきか。
§22.26ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
お二人を讃えつつ、私はポリュデウケスをまず歌おう。
§22.27Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας §22.28Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου §22.29Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
さて、アルゴー船は、一つに合わさる岩を逃れ、雪深いポントスの恐るべき入り口を逃れて、神々に愛された子らを乗せて、ベブリュクス人の国に到着した。
§22.30ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ §22.31τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός.
そこで、多くの男たちが一枚の梯子を伝って、イアソンの船の両側の船壁から降りてきた。
§22.32ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν §22.33εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
彼らは深い砂浜と風の遮られた海岸に上陸し、寝床を整え、手で火を起こす道具を扱った。
§22.34Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης §22.35ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, §22.36παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
俊敏な馬を駆るカストルと、酒のような褐色のポリュデウケスは、二人して仲間から離れて歩き回っていた、山の中のあらゆる野生の森を眺めながら。
§22.37εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
彼らは滑らかな岩の下に、絶えず湧き出る泉を見つけた。
§22.38ὕδατι πεπληθυῖαν ἀκηράτῳ·
清らかな水で満たされた泉を。
αἱ δʼ ὑπένερθεν §22.39λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο §22.40ἐκ βυθοῦ·
底の方では小石たちが、水晶や銀のように見えていた、深みから。
ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι §22.41λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι, §22.42ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις, §22.43ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
近くには高い松が茂り、白いポプラ、プラタナス、そして梢の茂ったイトスギ、そして毛深い蜜蜂たちの好む仕事場である、香りのよい花々が、春の終わりに牧草地に満ち溢れるすべての花々が育っていた。
§22.44ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
そこには、途方もない大男が座って風に当たっていた。
§22.45δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·
見るも恐ろしく、激しい拳闘によって耳は潰れていた。
§22.46στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον §22.47σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
巨大な胸と広い背中は丸みを帯び、鉄のような筋肉で覆われ、まるで鍛造された巨像のようであった。
§22.48ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον §22.49ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων §22.50χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
固い両腕の、肩のすぐ下には筋肉が丸い転がり石のように盛り上がっていた、それを転がしながら急流が大きな渦で丸く削り磨いた(石の)ように。
§22.51αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο §22.52ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
また、背中と首の上には、爪先で結ばれたライオンの皮が掛けられていた。
§22.53τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.
彼に、勝利の栄冠を得る者ポリュデウケスが先に話しかけた。
§22.54χαῖρε ξεῖνʼ, ὅτις ἐσσί.
「見知らぬ人よ、健やかであれ、いかなる人であれ。
τίνες βροτοί, ὧν ὅδε χῶρος;
ここはいかなる人々の土地か?
§22.55χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;
」「どうして私が健やかであれよう、これまで見たこともない男たちを見るというのに?
§22.56θάρσει.
」「安心せよ。
μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν.
不正な者たちや、不正な者から生まれた者たちを見ているとは思わぬがよい。
§22.57θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν.
」「私は安心している。 それをあなたから教えられる必要はない。
§22.58ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης;
」「あなたは無骨なのか、すべてに反抗的なのか、それとも傲慢なのか?
§22.59τοιόσδʼ οἷον ὁρᾷς·
」「見ての通りだ。
τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
ともかく私はあなたの土地に踏み込んではいない。
§22.60ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις.
」「おいでになりなさい。 もてなしを受けてから、再び家路に就かれるがよい。
§22.61μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
」「私をもてなすな。 私からお返しするものも用意はない。
§22.62δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
」「不思議な人よ、この水さえも飲ませてはくれないのか?
§22.63γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.
」「渇きが、あなたの開き乾いた唇を乾かすときに、身に染みてわかるだろう。
§22.64ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν;
」「銀か、それともどんな報酬を言えば、私たちはあなたを説得できるか?
§22.65εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.
」「一対一で、男として私の前に立ち、両手を上げよ。
§22.66πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος;
」「拳闘でか、それとも足で足を蹴り払うのか?
§22.66b………ὄμματά γʼ ὀρθὸς §22.67πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
」「目をまっすぐに見据え、」「拳を構えて全力で戦い、お前の技術を惜しみなく使え。
§22.68τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;
」「私の両手と革紐を、誰に向かって突き合わせればよいのだ?
§22.69ἐγγὺς ὁρᾷς·
」「すぐ近くに見えている。
οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης.
女々しくないその男こそが拳闘士と呼ばれるだろう。
§22.70ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω
」「私たちが共に争うための、用意された賭けはあるのか?
§22.71σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.
」「私が勝てば、私はお前の主となり、お前は私の従者となる。
§22.72ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
」「それはトサカの赤い鳥たちの戦いのようなものだ。
§22.73εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι §22.74γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ.
」「鳥たちに似ていようと、ライオンたちに似ていようと、」「私たちは他のいかなる賭けのためにも戦うことはない。
§22.75Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην.
」アミュコスはそう言うと、中が空洞のほら貝を取り、吹き鳴らした。

語釈・文法注

  1. 22.2ἐρεθίζειν — 形容詞 φοβερὸν(恐るべき)を構文的に限定する叙述的不定詞(epexegetical infinitive)である。「拳闘において(πὺξ)挑むに恐るべき」という意味を表す。
  2. 22.18αὐτοῖσιν ναύτῃσιν — 代名詞 αὐτός と名詞の与格(ここでは複数形)の組み合わせによる「〜もろとも」を表す随伴の与格(sociative/comitative dative)。「船乗りたちもろとも」の意味になる。
  3. 22.30ἀμφοτέρων ἒξ — 前置詞 ἐκ が、支配する属格 ἀμφοτέρων(および τοίχων)の後に置かれた「前置詞後置(anastrophe)」の例。後置に伴いアクセントが ἒξ に移動している。
  4. 22.63γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει — 条件節内の 動詞 τέρσει(τέρσω '乾かす' の未来形または接続法)は、「もし渇きがあなたの唇を乾かすならば(その時お前は知るだろう)」という、アミュコスの皮肉と敵意を含んだ条件・帰結の構造。εἴ 節は条件を表すとともに、ある種の時(〜する時に)のニュアンスも帯びる。
  5. 22.66bὄμματά γʼ ὀρθὸς — 名詞 ὄμματα(目)は関係対格(accusative of respect)で、形容詞 ὀρθὸς(まっすぐな)にかかる。「目に関してまっすぐな」すなわち「(視線を逸らさずに)目をまっすぐに見据えて」という動作の様子を表す。

この箇所を引用する

テオクリトス, 牧歌 §22.1-22.75. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:22.1-22.75

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。