§21.1Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
ディオパントスよ、貧困だけが技術を目覚めさせるのだ。
§21.2αὐτὰ τῶ μόχθοιο διδάσκαλος·
それ自身が労働の教師である。
οὐδὲ γὰρ εὕδειν §21.3ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
というのも、眠ることさえも働く男たちには、つらい心配事が許さないからだ。
たとえ夜に人がわずかの間まぶたを閉じようとも、眠りを不意に現れた心配事たちがかき乱すのである。
§21.6Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
それでも、二人の老いた漁師が横たわっていた。
編み込まれた小屋の中で、乾いた海草を敷き、葉でできた壁にもたれかかって。
ἐγγύθι δʼ αὐτοῖν §21.9κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
そして彼らの近くには、彼らの両手の苦闘の道具が置かれていた。
§21.10τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα §21.11ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, §21.12μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
小さな籠、釣り竿、釣り針、海草のついた餌、釣り糸、筌、そして葦で編んだ罠、麻糸、櫂、そして支柱の上に置かれた古い小舟。
§21.13νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι
頭の下には短いむしろ、そして衣服、彼らの上にかけられたもの。
§21.14οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
これがこの漁師たちのすべての手段であり、すべての富であった。
§21.15οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα·
誰も羊皮の外套も網も持っていなかった。
πάντα περισσά, §21.16πάντʼ ἐδόκει τήνοις·
すべては余計なものと、彼らには思われたのだ。
ἁ γὰρ πενία σφας ἔτειρε
なぜなら貧困が彼らを苦しめていたから。
§21.17οὐδεὶς δʼ ἐν μέσσῳ γείτων·
近所には隣人も誰もいなかった。
πενίᾳ δὲ παρʼ αὐτὰν §21.18θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
彼らの貧しい、押しつぶされそうな小屋のすぐそばまで、海が穏やかに打ち寄せていた。
§21.19κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας, §21.20τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ §21.21ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
そしてセラナの戦車はまだ中天の軌道を終えていなかったが、漁師たちを親しい労働が目覚めさせ、彼らはまぶたから眠りを追い払って、心の中で言葉を交わし始めた。
§21.22ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον §21.23τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
「友よ、夜は短くなると言った者たちは皆、嘘をついている、ゼウスが長い昼をもたらす夏の夜は短くなると言った者は。
§21.24ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
すでに私は無数の夢を見たが、まだ夜は明けない。
§21.25μὴ λαθόμην;
私は忘れてしまったのだろうか?
τί τὸ χρῆμα;
これはどういうことだ?
χρόνον δʼ αἱ νύκτες ἔχοντι.
夜が時間を引き延ばしているようだ。
§21.26Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος;
」「アスパリオンよ、お前は美しい夏を非難するのか?
οὐ γὰρ ὁ καιρὸς §21.27αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον·
季節が自らその歩みを外れたのではない。
ἀλλὰ τὸν ὕπνον §21.28ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
そうではなく、お前の眠りを心配事が遮って、お前に夜を長く感じさせているのだ。
§21.29ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια;
」「お前は夢を解釈することを学んだことがあるか?
χρηστὰ γὰρ εἶδον.
私は素晴らしい夢を見たのだ。
§21.30οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
私の見た幻を、お前と分かち合わずにおきたくはない。
§21.31ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
獲物を分け合うように、すべての夢を私と分け合おう。
§21.32ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος §21.33ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς.
というのも、知性に従って推測する者こそが、最も優れた夢占い師であり、彼にとって知性こそが教師なのだから。
§21.34ἄλλως καὶ σχολά ἐστι·
それに、時間はたっぷりある。
τί γὰρ ποιεῖν ἂν ἔχοι τις §21.35κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, §21.36ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ· §21.37φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν.
波のそばで、葉の上に横たわり、眠ることもできずに、何ができるというのだ、いばらの中のロバや、会堂の灯火のように、これらは不眠を運命づけられていると言われているのだから。
§21.37bλέγε μοί ποτε νυκτὸς
」「さあ、いつぞやの夜の夢を私に話してくれ。
§21.38ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.
自分の知ることを友に示すために。
§21.39δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν §21.40(οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,
」「夕方、海の仕事に疲れて眠りについたとき(大食いしたわけではない。
§21.41εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν §21.42ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον
適切な時間に夕食をとったとき、覚えているだろうが、私たちは胃袋を控えたのだから)、私は自分自身が岩の上で熱心に釣りをしているのを見た。
§21.43ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.
座って魚を狙い、竿から誘いの餌を垂らしていた。
§21.44καί τις τῶν τραφερῶν ὠρέξατο·
すると、太った魚の一匹が食いついた。
καὶ γὰρ ἐν ὕπνοις §21.45πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών.
というのも、夢の中では、どの犬も熊を夢見、私は魚を夢見るからだ。
§21.46χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,
その魚は針にかかり、血が流れた。
§21.47τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον §21.48τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα, §21.49πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
魚の動きによって、私の竿はしなり、私は両手を伸ばし、激しい闘いを繰り広げた、この大きな魚を、いかにしてこの華奢な針で仕留めるべきかと。
それから、傷を思い出させるように軽く引き、引いては緩め、逃げないときには手繰り寄せた。
ついに私は戦いに勝ち、黄金の魚を引き上げた、全身がすっかり金で覆われた魚だ。
εἶχε δὲ δεῖμα, §21.54μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς §21.55ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης.
しかし私は恐ろしくなった、これがポセイドンの愛する魚ではないか、あるいは輝く瞳のアムピトリテの宝物ではないかと。
私はそれを慎重に針から外した、針がその口の金を持っていってしまわないように。
§21.58καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν, §21.59ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι, §21.60ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν.
そして私はその愛すべき魚を自分のものと信じ、もう二度と海に足を踏み入れず、陸にとどまってその金で王のように暮らそうと誓ったのだ。
§21.61ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδε
これが私を目覚めさせた。
§21.62τὰν γνώμαν·
友よ、これからはお前の知恵を貸してくれ。
ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
私は自分が立てたあの誓いが恐ろしいのだ。
§21.63καὶ σύγε τί τρέσσεις;
」「お前は何を怯えているのだ?
οὐκ ὤμοσας·
お前は誓ってなどいない。
οὐδὲ γὰρ ἰχθὺν §21.64χρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις,
お前が見たような黄金の魚は見つからなかったのだから。
§21.66ἐλπὶς τῶν ὕπνων.
その幻は嘘と同じ、夢の中の希望にすぎない。
ζάτει τὸν σάρκινον ἰχθύν,
肉のある魚を探せ。
§21.65εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις,
もし眠りながらこのような虚しいものを探し続けるなら、黄金の夢を見ながらも、お前は飢え死にしてしまうぞ。
§21.67μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.
」