Humanitext Reader

忒奥克里托斯 · 牧歌 §22.1-22.75

狄奥斯库洛伊颂歌与波吕丢克斯对峙阿米科斯

第 30 段,共 44 段 · 希腊语

内容简介

诗人歌颂宙斯之子卡斯托尔和波吕丢克斯,描绘了他们从暴风雨中拯救航海者的神力。随后,阿戈号英雄们在贝布里克斯登陆,波吕丢克斯为水源与傲慢的巨人阿米科斯对峙,最终双方约定以拳击决斗。

§22.1Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ, §22.2Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν §22.3χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
我们歌颂勒达与执盾宙斯的双子,卡斯托尔与在拳击中令人畏惧的波吕丢克斯,他将牛皮带系在双手的中间。
§22.4ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα §22.5κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς, §22.6ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων, §22.7ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον, §22.8νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα §22.9ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
我们也第二次、第三次歌颂这位戴斯提乌斯女儿的男子嗣,那两位拉刻代蒙的兄弟,他们是已处于剃刀边缘的人类的拯救者,也是在血腥的混战中惊恐万状的群马的救星,以及那些逆着在天空中起落的星辰而行、却遭遇了险恶狂风的船只的挽救者。
§22.10οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα, §22.11ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου, §22.12ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους §22.13ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα §22.14εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος §22.15νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα, §22.16κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
狂风从船尾掀起滔天巨浪,或从船首,或随波浪各处的意愿,猛投进船舱,击碎了船两侧的船板;所有的索具连同船帆一起悬挂着,杂乱地被折断;随着夜色降临,大雨倾盆而下;宽阔的大海在咆哮,受着狂风与不碎冰雹的抽打。
§22.17ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας §22.18αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι· §22.19αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη §22.20ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι· §22.21ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ §22.22φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
然而,你们仍将船只从深渊中拉起,连同那些自以为必死无疑的船员们一起;狂风顿息,光滑的平静铺满海面;云朵向四方奔散;大熊座现身了,在两只小驴中间,那模糊的蟹巢星团预示着一切有利于航行的晴朗。
§22.23ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω, §22.24ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
啊,你们两位凡人的救星,啊,两位挚友,骑士、琴手、竞技者、歌者;我该先歌唱卡斯托尔,还是先歌唱波吕丢克斯?
§22.25Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν; §22.26ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
在歌颂双子时,我将先歌唱波吕丢克斯。
§22.27Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας §22.28Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου §22.29Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
那么,阿尔戈号逃脱了那聚合在一起的撞击岩,以及那白雪皑皑、险恶的蓬托斯之口,载着神明钟爱的子嗣们,抵达了贝布里克斯人的土地。
§22.30ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ §22.31τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός.
在那儿,许多人顺着一架云梯从船的两侧舱壁走了下来,走下了伊阿宋的船只。
§22.32ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν §22.33εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
他们在深沙和避风的海岸上登岸,铺设床铺,手里拿着取火器。
§22.34Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης §22.35ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, §22.36παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
驭着骏马的卡斯托尔,和红酒般面容的波吕丢克斯,两人一起远离了同伴,独自徘徊,观赏着山上各种各样的野森林。
§22.37εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ §22.38ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν §22.39λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο §22.40ἐκ βυθοῦ·
他们在一块光滑的岩石下发现了一眼永不干涸的泉水,灌满了清澈的水;而在泉水底部,卵石在深处闪烁,宛如水晶和白银。
ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι §22.41λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι, §22.42ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις, §22.43ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
附近生长着高大的松树、白杨、悬铃木,以及顶叶茂密的柏树,还有芬芳的花朵,那是毛茸茸蜜蜂们喜爱的劳动之所,尽是暮春时节在草地上繁茂盛开的鲜花。
§22.44ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε, §22.45δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς· §22.46στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον §22.47σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
在那里,一个体型巨大的男人正坐着乘凉,面容可怕,双耳因坚硬的拳头重击而破损不堪;他那巨大的胸膛和宽阔的后背隆起成弧形,仿佛用铁打的肌肉筑成,犹如一尊锻造的巨像。
§22.48ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον §22.49ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων §22.50χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
在他结实的手臂上,就在肩头下方,肌肉隆起,宛如圆滚滚的巨石,被山洪般的河流在巨大的漩涡中翻滚冲刷,琢磨得滚圆。
§22.51αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο §22.52ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
此外,在他的后背和脖颈之上,挂着一张狮子皮,由前爪处系着。
§22.53τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης. §22.54χαῖρε ξεῖνʼ, ὅτις ἐσσί.
赢得奖赏的波吕丢克斯首先对他开口: “陌生人,愿你安好,无论你是谁。
τίνες βροτοί, ὧν ὅδε χῶρος;
这里是什么人的土地?
§22.55χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;
” “当我看见从前未曾见过的男人时,我怎能安好?
§22.56θάρσει.
” “放宽心。
μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν.
不要以为你看到的是不义之人,或不义之人的子孙。
§22.57θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν.
” “我放着心呢,用不着你来教我这一点。
§22.58ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης;
” “你是粗野、凡事对立,还是目中无人?
§22.59τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
” “我就是你看见的这副德性;但我好歹没踏上你的土地。
§22.60ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις.
” “愿你来,在受到款待之后,再返回家园。
§22.61μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
” “你别款待我,我这儿也没有为你准备好回报。
§22.62δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
” “怪人啊! 你难道连这儿的水也不让我们喝一口吗?
§22.63γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.
” “当干渴烤炙着你张开的嘴唇时,你自然会知道。
§22.64ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν;
” “是银子,还是别的什么酬报,你告诉我,我们怎样才能说服你?
§22.65εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.
” “一对一,在我的对面站立,像个男人一样举起双手。
§22.66πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος;
” “是拳击,还是要用脚踢腿?
§22.66b………ὄμματά γʼ ὀρθὸς §22.67πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
” “目光直视,” “握紧双拳,全力以赴,不要吝惜你的技艺。
§22.68τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;
” “那我该和谁对碰双手与皮带呢?
§22.69ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης.
” “你近前就看得见;这个拳击手绝不会被称为像妇人般软弱之辈。
§22.70ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω
” “那是否有准备好的奖品,让我们两人为此争夺?
§22.71σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.
” “若我得胜,我将成为你的主人,你则成为我的仆役。
§22.72ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
” “这不过是红冠雄鸡之间的那种争斗。
§22.73εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι §22.74γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ.
” “不管我们是像鸟,还是像狮子,” “我们都绝不为别的奖品而战。
§22.75Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην.
” 阿米科斯说完,便拿起一只中空的海螺吹了起来。

词汇与语法注释

  1. 22.2ἐρεθίζειν — 说明性不定式,修饰形容词 φοβερὸν(可怕的,令人畏惧的),表示“在拳击(πὺξ)中令人畏惧的”。
  2. 22.18αὐτοῖσιν ναύτῃσιν — 伴随与格(sociative dative),代词 αὐτός 的与格与名词与格连用,表示“连同……一起”、“连同船员们本身一起”。
  3. 22.30ἀμφοτέρων ἒξ — 介词后置(anastrophe)的例子,介词 ἐκ(写作 ἒξ)置于其所支配的属格名词 ἀμφοτέρων 之后。受后置影响,重音移至首音节。
  4. 22.63γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει — 条件从句中的动词 τέρσει(τέρσω '使干燥' 的将来时直陈式或虚拟式)构成了一个充满敌意的条件句:“如果(或当)干渴烤炙你张开的嘴唇时,你就会知道”。该 εἴ 从句兼具条件和时间副词特征。
  5. 22.66bὄμματά γʼ ὀρθὸς — 名词 ὄμματα(眼睛)是关系宾格(accusative of respect),修饰形容词 ὀρθὸς(直的),表示“关于眼睛是直的”,即“目光直视地”。

引用这一段

忒奥克里托斯, 牧歌 §22.1-22.75. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:22.1-22.75

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。