Humanitext Reader

忒奥克里托斯 · 牧歌 §21.1-21.67

老渔夫的贫寒生活与金鱼之梦的交谈

第 29 段,共 44 段 · 希腊语

内容简介

两个贫穷的老渔夫在深夜醒来,其中一人讲述了自己的梦境:梦中他钓到一条金鱼并起誓不再下海,但醒来后对誓言感到恐惧;同伴阿斯法里翁劝慰他梦境只是虚幻,应寻找现实中的肉质鱼类。

§21.1Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, §21.2αὐτὰ τῶ μόχθοιο διδάσκαλος·
迪奥凡托斯啊,唯有贫穷能唤醒技艺,它本身就是劳作的教师。
οὐδὲ γὰρ εὕδειν §21.3ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
因为,甚至连睡觉也由于愁烦的顾虑而不被允许给予劳苦的人们。
§21.4κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον §21.5αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
即使有人在夜里闭眼片刻,那些伫立在侧的忧虑也会突然打扰他的睡眠。
§21.6Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες, §21.7στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι, §21.8κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ·
然而,两个老渔夫仍并排躺着,在他们编织的草屋里,铺着干枯的海藻,倚着那树叶筑成的墙壁。
ἐγγύθι δʼ αὐτοῖν §21.9κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι, §21.10τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα §21.11ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, §21.12μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
而在他们身旁放着他们双手劳作的工具:小篮子、钓竿、鱼钩、粘满海草的鱼饵、鱼线、鱼笼以及用芦苇编成的陷阱、麻绳、船桨,还有架在支柱上的破旧小船。
§21.13νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι §21.14οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
头下枕着一块窄席,而他们身上盖着的衣服,便是这些渔夫的全部资产,全部财富。
§21.15οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά, §21.16πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε
谁也没有羊皮披风,也没有网具;一切在他们看来都是多余的,因为贫穷在折磨着他们。
§21.17οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν §21.18θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
周围没有邻居;就在他们那贫寒的、倍受挤压的草屋旁,大海正温柔地拍打着。
§21.19κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας, §21.20τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ §21.21ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
塞拉娜的战车尚未走完她中天的路途,亲切的劳作便唤醒了渔夫们,他们从眼睑中驱散了睡意,开始在心中交谈起来。
§21.22ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον §21.23τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
“朋友,那些说夏天的夜晚正在变短的人都在撒谎,在宙斯带来漫长白昼的季节。
§21.24ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
我已经做了无数个梦,却还未见黎明。
§21.25μὴ λαθόμην;
难道是我忘了吗?
τί τὸ χρῆμα;
这是怎么回事?
χρόνον δʼ αἱ νύκτες ἔχοντι.
夜晚确实拥有漫长的时间。
§21.26Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος;
” “阿斯法里翁啊,你在抱怨美丽的夏天吗?
οὐ γὰρ ὁ καιρὸς §21.27αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον §21.28ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
因为季节并未自动偏离它自己的轨道;而是因为你的睡眠被忧虑斩断,才使你觉得夜晚如此漫长。
§21.29ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια;
” “你学过解释梦境吗?
χρηστὰ γὰρ εἶδον.
因为我做了一个好梦。
§21.30οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
我不愿让你无法分享我的梦境幻象。
§21.31ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
如同分享捕获的鱼一样,分享我所有的梦吧。
§21.32ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος §21.33ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς.
因为那能凭心智推测的人,便是最优秀的圆梦者,心智正是他的教师。
§21.34ἄλλως καὶ σχολά ἐστι·
况且我们闲着也是闲着。
τί γὰρ ποιεῖν ἂν ἔχοι τις §21.35κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων,
躺在波浪旁的落叶堆上,又睡不着,人还能做些什么呢?
§21.36ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ· §21.37φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν.
就像荆棘中的驴子或市政厅里的明灯一样,因为人们说这些东西是注定不眠的。
§21.37bλέγε μοί ποτε νυκτὸς §21.38ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.
” “快给我讲讲你夜里的梦景吧,既然一个人有所知,就该向同伴诉说。
§21.39δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν §21.40(οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, §21.41εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν §21.42ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον §21.43ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.
” “黄昏时分,当我因海上的劳作而入睡时(我并没有吃得太饱,因为我们在适当的时候吃晚饭,如果你还记得,我们克制了胃口),我看见自己在一块岩石上热切地钓鱼,我坐着窥伺着游鱼,并从钓竿上抖落诱人的鱼饵。
§21.44καί τις τῶν τραφερῶν ὠρέξατο·
其中一条肥美的鱼咬了钩。
καὶ γὰρ ἐν ὕπνοις §21.45πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών.
因为即使在梦里,每只狗也都会梦见熊,而我则梦见鱼。
§21.46χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα, §21.47τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον §21.48τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα, §21.49πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
它紧紧咬住鱼钩,鲜血流了出来,因它的挣扎,我将钓竿保持弯曲,我的双手伸展并紧绷着,这是一场巨大的搏斗:我该如何用如此纤细的铁器来制服这条大鱼呢?
§21.50εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα, §21.51καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.
然后,为了让它记住伤口,我轻轻地刺了它一下,刺过之后我又放松了,等它不逃时我便拉紧。
§21.52ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν, §21.53παντᾷ τοι χρυσῷ πεπυκασμένον·
最终我完成了这桩苦差,钓起了一条黄金鱼,浑身结结实实地裹满了黄金。
εἶχε δὲ δεῖμα, §21.54μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς §21.55ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης.
但我心生恐惧,唯恐这是波塞冬钟爱的某条鱼,或者或许是明眸的安菲特里特的宝藏。
§21.56ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα, §21.57μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
我轻轻地把它从鱼钩上解下来,免得鱼钩带走它口中的黄金。
§21.58καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν, §21.59ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι, §21.60ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν.
而且我坚信我可以占有这条可爱的鱼,于是我起誓此后绝不再把脚踏入海中,而要留在陆地上,用这些黄金像国王一样生活。
§21.61ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδε
正是这些唤醒了我。
§21.62τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
朋友,从今以后请支持我的心智,因为我害怕我所立下的誓言。
§21.63καὶ σύγε τί τρέσσεις;
” “你怕什么呢?
οὐκ ὤμοσας·
你并没有起誓。
οὐδὲ γὰρ ἰχθὺν §21.64χρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις, §21.66ἐλπὶς τῶν ὕπνων.
因为你既没有找到你所看见的那种黄金鱼,这幻象也等同于谎言,只是梦中的希望。
ζάτει τὸν σάρκινον ἰχθύν, §21.65εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις,
去寻找有肉的鱼吧,因为如果你在沉睡中继续搜寻这些虚无的东西,免得你虽有黄金的美梦,却死于饥饿。
§21.67μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.

词汇与语法注释

  1. §21.2αὐτὰ — 多里斯方言中的阴性单数主格人称/指示代词(= αὐτή),指代前文的 ἡ πενία(贫穷)。意为“贫穷本身就是劳动的教师”。
  2. §21.15οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα — 否定词的重叠(οὐδείς... οὐ... οὐ...)在此并未互相抵消,而是起到了全面加强否定的作用。译为“谁也没有羊皮披风,也没有网具”。
  3. §21.36ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ — 象征不眠的两个谚语表达。荆棘中的驴因怕刺而无法入睡,市政厅的明灯则彻夜长明,此处被用作渔夫们无法入眠的夜间比喻。
  4. §21.45πᾶσα κύων ἄρκτον μαντεύεται — 直译为“每只狗都预言(梦见)熊”。它反映了白天的习惯和关注点会呈现在夜梦中的常识;狗眼中的熊(猎物)对应着渔夫眼中的鱼(捕获物)。
  5. §21.50ὑπομιμνάσκων τῶ τρώματος — 带属格 τῶ τρώματος(= τοῦ τραύματος,“伤口的”)的分词短语。这是关于钓鱼技术的描写,指为了不让大鱼挣扎逃脱,不时轻轻拉动钓线以使其意识到伤口的存在。

引用这一段

忒奥克里托斯, 牧歌 §21.1-21.67. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:21.1-21.67

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。