§2.113ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
彼は寝台の上に腰掛け、座りながら、言葉を発した。
§2.114ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην §2.115πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
「まことに、シマイタよ、お前は私が先日、走って美しいピリノスを先んじたのと全く同じほどに、私を先んじたのだ。
§2.116ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
お前がこのお前の家へと私を招き寄せたことが、私が自らここへ来るよりも。
§2.117φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
私の恋がどこから来たか、その始まりを語らせてください、尊き月よ。
§2.118ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα, §2.119ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός, §2.120μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, §2.121κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος, §2.122πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
というのも、私は来たはずなのだ、そうだ、甘美なエロスにかけて、私は来たはずなのだ、夜になるとすぐに、二、三人の友人たちと一緒に、懐にはディオニュソスのリンゴをしまい込み、頭にはヘラクレスの聖なる植物である白ポプラを戴き、それをいたるところ紫のリボンでぐるぐる巻きにして。
§2.123φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
私の恋がどこから来たか、その始まりを語らせてください、尊き月よ。
§2.124καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα·
そして、もしお前たちが私を迎え入れてくれたなら、それは望ましいことだったろう。
καὶ γὰρ ἐλαφρὸς §2.125καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι·
というのも、私はすべての若者たちの間で、身軽で美しいと噂されているからだ。
§2.126εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα·
そして、お前の美しい口元に一度だけでも接吻できたなら、私は満足して眠りについたろう。
§2.127εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ, §2.128πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.
しかし、もしお前たちが私を押し返し、戸に閂がかけられていたなら、間違いなく、斧や松明がお前たちに襲いかかったことだろう。
§2.129φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
私の恋がどこから来たか、その始まりを語らせてください、尊き月よ。
§2.130νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, §2.131καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ §2.132ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον §2.133αὔτως ἡμίφλεκτον·
だが今は、私はまずクプリスに感謝を捧げるべきだと言い、そしてクプリスに次いで、お前が二番目に私を火の中から救い出してくれたのだ、おんなよ、私をこのお前の家へと招き入れることによって、すでに半ば焼け焦げていた私を。
Ἔρως δʼ ἄρα καὶ Λιπαραίω §2.134πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει.
まことに、エロスはリパラ島のヘパイストスの炎よりも激しい火をしばしば燃え上がらせるのだ。
§2.135φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
私の恋がどこから来たか、その始まりを語らせてください、尊き月よ。
§2.136σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο §2.137καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν §2.138ἀνέρος.
そして、恐ろしい狂気によって、処女をその奥部屋から追い払い、また、夫のまだ温かい寝床を去る若妻をも怯えさせて駆り立てるのだ。
ὣς ὁ μὲν εἶπεν·
」このように彼は言った。
ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς §2.139χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων.
そして、すぐにだまされやすい私は、彼の手を握り、柔らかいベッドへと横たわらせた。
§2.140καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα §2.141θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ·
するとたちまち、肌と肌は触れ合って温まり、私たちの顔は以前よりも熱くなり、私たちは甘くささやき交わした。
§2.142χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα, §2.143ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.
そして、親愛なる月よ、あなたに長々と無駄話をしないようにするために、最も重大なことがなされ、私たちは二人とも愛欲の極みに達した。
そして、昨日までは、彼も私に不満を抱くことはなく、私もまた彼に不満はなかった。
ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας §2.146μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς §2.147σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι §2.148Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι.
しかし、私のところに、ピリスタの、盲目のフルート奏者である、そしてメリクソの母親がやって来た、今日、ちょうどアオスを乗せてオケアノスから運ぶ馬たちが薔薇の腕をもつアオスを乗せて天へと駆け上っていく時に。
§2.149κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται,
そして彼女は私に多くの他のことを語り、デルピスが恋をしていることを告げた。
§2.150κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, §2.151οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον·
そして、彼を捉えている思慕が、女に対するものなのか、あるいは男に対するものなのか、正確には分からないが、ただこれだけは分かると彼女は言った。
αἰὲν Ἔρωτος §2.152ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων, §2.153καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.
彼はいつも薄めていない愛の杯を注いでは、最後には急いで立ち去り、その愛する者の家を花冠で飾るのだと彼が言っていたと。
§2.154ταῦτά μοι ἁ ξείνα μυθήσατο·
これらのことをその他国の女は私に語った。
ἔστι δʼ ἀλαθής·
そして、それは真実なのだ。
§2.155ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη, §2.156καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·
というのも、彼は以前は一日に三度も四度も私のところへやって来たし、私のところにドリス風の油瓶をしばしば置いていったのだから。
§2.157νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον.
だが今や、彼を最後に見てから十二日目になる。
§2.158ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;
彼は何か他の楽しみを見つけ、私のことを忘れてしまったのだろうか。
§2.159νῦν μὲν τοῖς φίλτροις καταθύσομαι·
今は惚れ薬で彼を縛り付けよう。
αἰ δʼ ἔτι κἠμὲ §2.160λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ.
だが、もし彼がなおも私を苦しめるなら、モイラにかけて、彼はハデスの門を叩くことになるだろう。
私は、箱の中にそのような邪悪な毒薬を彼のために保管しているのだ、アッシリア人の客人から教わったものを、女王よ。
だが、あなたは喜びつつ、オケアノスへと馬たちを向けなさい、尊き方よ。
ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν.
そして私は、自分が引き受けたこの苦痛を耐え抜きましょう。
§2.165χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι
さらば、つややかな肌をもつ月よ。
§2.166ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί.
そしてさらば、他の静かなる夜の車の縁に従う星々よ。