§2.113ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον· §2.114ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην §2.115πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον, §2.116ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
他在床榻上坐下,坐着开口说道: “确实,西迈塔,你先于我,正如我前几天在跑步中先于那可爱的菲利诺斯一样,你把我召到你的这个屋顶下,而没等我自己走来。
§2.117φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,尊贵的塞勒涅,我的爱来自何方。
§2.118ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα, §2.119ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός, §2.120μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, §2.121κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος, §2.122πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
因为我本就会来,是的,凭着甜蜜的爱神发誓,我本就会来,就在入夜之时,带上两三个好友,怀里揣着狄奥尼索斯的苹果,头上戴着白杨木冠——那赫拉克勒斯的圣洁之树,四周都缠绕着紫色的带子。
§2.123φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,尊贵的塞勒涅,我的爱来自何方。
§2.124καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς §2.125καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι· §2.126εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα·
如果你接纳了我,那本是件好事;因为在所有年轻人中,大家都称赞我轻捷而俊美;而且,只要能亲吻一下你那美丽的嘴唇,我就会心满意足地睡去。
§2.127εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ, §2.128πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.
但如果你将我推开,门上插着闩,那么斧头和火把一定会朝你们袭来。
§2.129φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,尊贵的塞勒涅,我的爱来自何方。
§2.130νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, §2.131καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ §2.132ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον §2.133αὔτως ἡμίφλεκτον·
但现在,我说我首先要感谢库普里斯,在库普里斯之后,是你这女人作为第二个把我从火中救了出来,通过将我召进你的这所宅邸,当我已经半被烧焦的时候。
Ἔρως δʼ ἄρα καὶ Λιπαραίω §2.134πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει.
确实,爱神常常点燃比那利帕拉岛的赫菲斯托斯更为炽烈的火焰。
§2.135φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,尊贵的塞勒涅,我的爱来自何方。
§2.136σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο §2.137καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν §2.138ἀνέρος.
以可怕的狂乱,他把处女从闺房中驱逐,也让新娘惊恐地离开丈夫那尚存温热的床榻。
ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς §2.139χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων.
” 他这样说;而我,极易被说动,握着他的手让他躺在柔软的床榻上。
§2.140καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα §2.141θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ·
很快,肌肤与肌肤相触变暖,我们的脸庞比之前更加滚烫,我们甜蜜地低语。
§2.142χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα, §2.143ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.
而且,为了不向你长篇大论,亲爱的塞勒涅,最伟大的事情完成了,我们双方都达到了欲望的顶点。
直到昨天,他对我没有半点抱怨,我对他也是如此。
ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας §2.146μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς §2.147σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι §2.148Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι.
然而今天,菲莉斯塔—— 我们那盲人女长笛手和梅利克索的母亲——来到我这里,正当马匹带着阿俄斯从俄刻阿诺斯将那玫瑰色手臂的阿俄斯运往天际之时。
§2.149κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται, §2.150κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, §2.151οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος §2.152ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων, §2.153καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.
她告诉了我许多别的事情,尤其是德尔菲斯恋爱了;而那折磨着他的渴望,究竟是对女人的还是对男人的,她说她不能确知,但只有这一点:他总是倒下纯粹的爱之酒,最后便匆匆跑开,并说他会用花冠将那人的屋宇装点。
§2.154ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής· §2.155ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη, §2.156καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν· §2.157νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον.
那异国女人对我说了这些;她说的都是真话;因为他以前一天要来找我三四次,还常把他的多里斯油瓶留在我这里;但现在自上一次见到他,已经是第十二天了。
§2.158ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;
难道他有了别的乐趣,把我们忘却了吗?
§2.159νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ §2.160λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ.
现在我要用魔药降服他;但如果他仍让我痛苦,凭着命运女神发誓,他将去敲哈得斯的大门。
我声明在箱子里为他保留着这样的邪恶毒药,它们是我从一个亚述客人那里学来的,女王啊。