Humanitext Reader

テオクリトス · 牧歌 §13.1-13.75

ヒュラスの誘拐とヘラクレスの彷徨

18 / 44 箇所 · ギリシア語

要旨

詩人テオクリトスが友人ニキアスに対し、エロースの普遍的な力を示すためにヘラクレスと少年ヒュラスの物語を語る。アルゴー船の遠征中にヒュラスが泉のニンフたちに誘拐され、ヘラクレスが狂気の中で彼を捜し求めて船を去る顛末が描かれる。

§13.1οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες, §13.2Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
エロースは、ニキアスよ、我々が思っていたように、我々だけに生まれたのではない、神々のうちの誰からその子が生まれたにせよ。
§13.3οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, §13.4οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
美しいものが、死すべき者であり明日を見通せぬ我々にとって、最初に美しく見え始めたわけでもない。
§13.5ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, §13.6ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, §13.7τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
いや、アンピトリュオンの鉄の心臓を持つ息子、あの獰猛な獅子に立ち向かった彼でさえ、少年を愛したのだ、美しきヒュラス、豊かな巻き髪をなびかせるあの少年を。
§13.8καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα, §13.9ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
そして、自分が学んで優れ、歌に歌われる者となったそのすべてのことを、父親が愛する息子に教えるように、彼に教え込んだ。
§13.10χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο, §13.11οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς, §13.12οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν, §13.13σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
そして、日中が中天に上るときも、白馬を駆る曙がゼウスの館へと駆け上るときも、あるいは雛鳥が、すすけた止まり木の上で羽を羽ばたかせる母親のもとで、かすかに鳴きながら寝床を見つめるときも、決して二人が離れることはなかった。
§13.14ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη, §13.15αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
それは、少年が彼の心にかなうように鍛えられ、彼にとって正しく歩みを進めて真の男へと成長するためであった。
§13.16ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων §13.17Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο §13.18πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι, §13.19ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν, §13.20Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
しかし、アイソンの子イアソンが黄金の羊毛を求めて船出し、あらゆる都市から選りすぐられた、役に立つ名だたる英雄たちが彼に従ったとき、労苦に耐えるあの男、ミデアの女傑アルクメネの息子も、富めるイオルコスへとやって来た。
§13.21σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ,
そして彼とともに、ヒュラスもまた座り心地の良いアルゴー船へと乗り込んだ。
§13.22ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς, §13.23ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν— §13.24αἰετὸς ἐς μέγα λαῖτμα·
その船は、青い衝突する岩に触れることなく、すり抜けて、深きファシス川へと走り込んだ―― それは大きな深淵へと飛び込む鷲のようであった。
ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
それ以来、あの岩は固定されて動かなくなった。
§13.25ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ §13.26ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη, §13.27τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος §13.28ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ §13.29Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
プレアデスが昇り、春もすでに移り変わって、辺境の地で若い子羊が草を食む頃、その時、英雄たちの神聖な精華は船旅を思い出し、中空のアルゴー船に乗り込んで、南風が三日間吹く中、ヘレスポントスへと達した。
§13.30εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
そして彼らはプロポンティスの内側に錨を下ろした。
§13.31αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
そこではキアノスの人々の雄牛が、鋤を引いて畝を広げている。
§13.32ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο §13.33δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
彼らは浜に上がり、二人一組で夕食の支度をし、多くの者が一つの寝床を地面に設けた。
§13.34λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ, §13.35ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
そこには彼らにとって、草の寝床を作るのに非常に好都合な湿原が広がっており、そこから彼らは鋭いハナショウブと深いカヤツリグサを刈り取った。
§13.36κᾤχεθʼ Ὑλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν §13.37αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
そして金髪のヒュラスは、青銅の器を手に、ヘラクレスと揺るぎなきテラモンのために、夕食用の水を汲みに出かけた。
§13.38οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
この二人の戦友は常に一つの食卓を囲んでいたのだ。
§13.39χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
やがて彼は泉を見つけた。
§13.40ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει, §13.41κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον §13.42καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
それは窪んだ地にあり、周りには多くのイグサが茂り、青いクサノオウ、みずみずしいホウライシダ、青々と茂るパセリ、そして地を這うギョウギシバが自生していた。
§13.43ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
水の中央では、ニンフたちが舞踏の準備をしていた。
§13.44νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις, §13.45Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
眠ることを知らぬニンフたち、田舎の人々にとって恐るべき女神たち、エウネイカ、マリス、そして春の眼差しを持つニュケイアである。
§13.46ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν §13.47βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
まさに少年が、口の広い水瓶を水面に差し向け、急いで沈めようとしたその時、彼女たちは皆、彼の手にすがりついた。
§13.48πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν §13.49Ἀργείῳ ἐπὶ παιδί·
彼女たち全員の優しい心に、アルゴスの少年に対する愛が激しく沸き起こったからである。
κατήριπε δʼ ἐς μέλαν ὕδωρ §13.50ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ §13.51ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις· §13.52κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.
そして彼は黒い水の中へと真っ逆さまに落ちていった、一気に、ちょうど天から燃え盛る星が海へと一気に落下し、船乗りが仲間に「おいお前たち、帆の機具を軽くしろ、風が吹いてくるぞ」と言うときのように。
§13.53νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι §13.54δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
ニンフたちは少年を膝の上に抱き、涙を流す彼を優しい言葉で慰めた。
§13.55Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ §13.56ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα §13.57καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
一方、アンピトリュオンの息子は、少年のことを心配してうろたえ、スキタイ風のよくしなる弓と、常に彼の右手が握っていた棍棒を手に、出発した。
§13.58τρὶς μὲν Ὑλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·
彼は、その太い喉が叫びうる限りの声で、三度「ヒュラス! 」と叫んだ。
§13.59τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ §13.60ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
少年もまた三度応えたが、その声は水の中からかすかに届くだけで、すぐ近くにいるのに、はるか遠くにいるように思われた。
§13.61ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†, §13.62νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς §13.63ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα· §13.64Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις §13.65παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.
立派なたてがみを持つ、生の肉を食らう獅子が、山の中で小鹿が鳴くのを聞きつけ、寝床から飛び出して用意された獲物へと急ぐように、ヘラクレスはそのように、人の通らぬ茨の中を、少年への切望に駆られて狂ったようにさまよい歩き、広大な土地を駆け巡った。
§13.66σχέτλιοι οἱ φιλέοντες·
恋する者たちの苦しみよ!
ἀλώμενος ὅσσʼ ἐμόγησεν §13.67οὔρεα καὶ δρυμούς, τὰ δʼἸήσονος ὕστερα πάντʼ ἦς.
彼が山々や森をさまよい歩いて耐え忍んだ多くの労苦に比べれば、イアソンの仕事などすべて後回しになってしまった。
§13.68ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων, §13.69ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον §13.70Ἡρακλῆα μένοντες.
船はそこに留まる者たちとともに、艤装を掲げて満ちており、半神たちはヘラクレスを待ちながら真夜中に帆を下ろした。
ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει §13.71μαινόμενος·
だが彼は、足の向くままに、狂気の中で歩き続けた。
χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
過酷な神が彼の胸を内側から引き裂いていたからである。
§13.72οὕτω μὲν κάλλιστος Ὑλας μακάρων ἀμιθρεῖται·
このようにして、最も美しいヒュラスは神々の列に加えられた。
§13.73Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν,
一方、英雄たちはヘラクレスを「船を捨てた者」と嘲った。
§13.74οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ, §13.75πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.
彼が三十梃の櫂を持つアルゴー船を去り、徒歩でコルキスと歓迎されざるファシス川へと向かったからである。

語釈・文法注

  1. §13.1ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο — 関係代名詞 `ὅστις` の与格に `ποκα`(=`ποτε`)が伴い、「神々のうちの誰にその子がかつて生まれたにせよ」という譲歩的な意味を表す。`τοῦτο ... τέκνον`(この子=エロース)は `ἔγεντο` の主語。
  2. §13.14ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη — 接続詞 `ὡς` が導く目的節。主節の過去の状況(`ἦς` は未完了過去)を受けて、希求法完了受動態 `πεποναμένος εἴη` が用いられており、「少年が(ヘラクレスの)心にかなうよう鍛えられた状態にあるために」という持続的な目的・結果を表す。

この箇所を引用する

テオクリトス, 牧歌 §13.1-13.75. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:13.1-13.75

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。