§13.1οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες, §13.2Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
爱神并非如我们过去所想,尼基阿斯啊,仅仅为我们而生,无论他是哪位神明所生的孩子。
§13.3οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, §13.4οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
美的事物也并非最先向我们显现为美,我们这些凡人,无法预见明日。
§13.5ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, §13.6ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, §13.7τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
然而,连安菲特律翁那有着铁石心肠、曾抵御狂暴狮子的儿子,也曾爱过一个少年,那便是可爱的许拉斯,那个蓄着飘逸卷发的少年。
正如父亲对待心爱的儿子,他把一切都教给了他,通过学习这些,他自己也变得优秀且名扬天下。
§13.10χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο, §13.11οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς, §13.12οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν, §13.13σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ, §13.14ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη, §13.15αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
他们从未分离,无论是在正午烈日当空时,还是白马驾车的黎明女神奔向宙斯的宫殿时,抑或是当雏鸟在烟熏的栖木上,看着母亲抖动翅膀,唧唧喳喳地准备入睡时,这是为了让这孩子能按照他的心意被塑造,并为他朝着成为真正的男子汉而努力成长。
§13.16ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων §13.17Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο §13.18πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι, §13.19ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν, §13.20Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
然而,当埃宋之子伊阿宋为了夺取金羊毛而航行,各城挑选出来的杰出英雄们都随他同往时,那位不畏劳苦的男子,米底亚女杰阿尔克墨涅之子,也来到了富庶的约尔科斯。
§13.21σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ,
许拉斯与他一同登上了拥有舒适座舱的阿尔戈号。
§13.22ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς, §13.23ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν— §13.24αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
那只船未曾触碰青色的碰撞岩,而是穿梭而过—— 奔入深邃的法西斯河——犹如一只雄鹰飞入巨大的深渊;自那时起,那些暗礁便固定不动了。
§13.25ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ §13.26ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη, §13.27τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος §13.28ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ §13.29Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
而当普勒阿得斯星群升起,边境的牧场放牧着幼嫩的羔羊,春日已然转折之时,那时,英雄们神圣的精华想起了他们的航行,他们在空心的阿尔戈号上就座,在南风吹拂的三日里,他们到达了赫勒斯滂。
他们在普罗蓬蒂斯内停泊,在那里,基阿诺斯人的雄牛拉着犁耙拓宽着犁沟。
§13.32ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο §13.33δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
他们登上沙滩,成双成对地准备晚餐,许多人在地上铺起单一的床铺。
§13.34λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ, §13.35ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
因为一处草地展现在他们面前,极利于铺设床铺,他们从那里割下尖锐的蔺草和深茂的莎草。
§13.36κᾤχεθʼ Ὑλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν §13.37αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι, §13.38οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν, §13.39χάλκεον ἄγγος ἔχων.
金发的许拉斯带着青铜器皿,去为赫拉克勒斯本人以及坚定的特拉蒙挑取晚餐用的水,这两位同伴总是共用一张餐桌。
τάχα δὲ κράναν ἐνόησεν §13.40ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει, §13.41κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον §13.42καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
不久,他发现了一处泉水,位于一处低洼之地;周围长满了许多芦苇、黑色的白屈菜和绿色的铁线蕨,还有茂盛的野芹和蔓延的狗牙根。
§13.43ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο, §13.44νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις, §13.45Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
在水中央,仙女们正在准备她们的舞蹈,那些不眠的仙女,乡野之人眼中可怕的女神们,埃内卡、马利斯,以及目光如春的尼刻亚。
§13.46ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν §13.47βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν· §13.48πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν §13.49Ἀργείῳ ἐπὶ παιδί·
当时,少年正将宽口的开水罐伸向水面,急于将它浸入水中,她们便全都紧紧抓住他的手;因为对这位阿耳戈斯少年的爱,拂乱了她们所有人的温柔心房。
κατήριπε δʼ ἐς μέλαν ὕδωρ §13.50ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ §13.51ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις· §13.52κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.
他一头栽进了黑色的泉水里,猝然跌落,就像当一颗燃烧的流星从天空中猝然坠落到海里,某个水手对同伴们说: “孩子们,把船具放轻些;风吹起来了。
§13.53νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι §13.54δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
” 仙女们将哭泣的少年抱在膝头,用温和的话语安慰他。
§13.55Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ §13.56ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα §13.57καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
而安菲特律翁之子为这孩子而焦虑不安地走开了,带上了他那梅奥提亚式的弯弓和他的右手始终紧握着的木棒。
§13.58τρὶς μὲν Ὑλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·
他用他那低沉的喉咙所能发出的最大声音呼喊了三次“许拉斯!
§13.59τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ §13.60ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
”,少年也回应了三次,但那声音从水中传出,显得微弱,虽然其实离得很近,听起来却十分遥远。
§13.61ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†, §13.62νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς §13.63ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα· §13.64Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις §13.65παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.
正如当一只长着胡须的、在山中食肉的猛狮,从远处听到小鹿的叫声,便从巢穴中奔向那现成的美餐;赫拉克勒斯便是如此,因对少年的渴望在未经踩踏的荆棘中焦灼穿行,走过了广阔的土地。
§13.66σχέτλιοι οἱ φιλέοντες·
恋人们是多么不幸!
ἀλώμενος ὅσσʼ ἐμόγησεν §13.67οὔρεα καὶ δρυμούς, τὰ δʼἸήσονος ὕστερα πάντʼ ἦς.
他在山岭和森林中徘徊,忍受了多少辛劳,而伊阿宋的一切事务对他来说都变得不重要了。
§13.68ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων, §13.69ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον §13.70Ἡρακλῆα μένοντες.
船上满载着留守的人,风帆高悬,半神们在半夜里整理船帆,等待着赫拉克勒斯。
ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει §13.71μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
但他却在疯狂中任由双脚带领着前行;因为一位残酷的神明正在他内心撕扯着肝脏。