Humanitext Reader

テオクリトス · 牧歌 §1.76-1.152

ダフニスの死とティルシスの受領

2 / 44 箇所 · ギリシア語

要旨

瀕死のダフニスの元を神々(エルメス、プリアーポス、キュプリス)や牧人たちが訪れて彼の頑なな沈黙を諭すが、彼は愛への抵抗を貫いて死を迎える。歌い手のティルシスは歌い終え、山羊飼いから約束の木杯と山羊を受け取る。

§1.76ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、牧歌を歌い始めておくれ。
§1.77ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ·
山からエルメスが真っ先にやって来て、言った。
Δάφνι, §1.78τίς τυ κατατρύχει;
「ダフニスよ、誰がお前を苦しめているのだ?
τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;
友よ、誰をそれほどまでに愛しているのだ?
§1.79ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
」歌い始めておくれ、愛するムーサたちよ、牧歌を歌い始めておくれ。
§1.80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·
牛飼いたちがやって来、羊飼いたち、山羊飼いたちがやって来た。
§1.81πάντες ἀνηρώτευν, τί πάθοι κακόν.
皆が、お前がどんな苦しみを受けているのかと尋ねた。
ἦνθʼ ὁ Πρίηπος §1.82κἤφα·
プリアーポスがやって来て、言った。
Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα
「哀れなダフニスよ、なぜお前は身を焦がしているのだ?
§1.83πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται— §1.84ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς— §1.85ζάτεισʼ;
娘のほうは、あらゆる泉、あらゆる森を、その足で駆け巡って歌い始めておくれ、愛するムーサたちよ、牧歌を歌い始めておくれ―― お前を捜し求めているというのに。
ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
ああ、お前は実に恋に不器用で、どうしようもない男だ。
§1.86βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας.
かつてはお前は牛飼いと呼ばれていたが、今はまるで山羊飼いのようだ。
§1.87ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται, §1.88τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
山羊飼いは、雌山羊たちが交尾する様子を見る時、自分が雄山羊になれなかったことに、その目は身を焦がしてしまう。
§1.89ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、牧歌を歌い始めておくれ。
§1.90καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι, §1.91τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.
お前もまた、乙女たちが楽しげに笑うのを見る時、彼女たちと一緒に踊っていないことに、その目は身を焦がしてしまう。
§1.92τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ §1.93ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας·
」だが牛飼いは何も答えず、ただ自分の辛い恋を耐え忍び、最期の運命へと突き進んでいった。
§1.94ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、再び牧歌を歌い始めておくれ。
§1.95ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα, §1.96λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα,
しかし、甘い笑みを浮かべたキュプリスもまたやって来た、心の中では重い怒りを抱きながら、うわべだけで微笑みつつ。
§1.97κεἶπε·
そして言った。
τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν·
「ダフニスよ、お前は愛を投げ倒して見せると豪語していたな。
§1.98ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;
だが、お前自身が過酷な愛によって投げ倒されてしまったのではないか?
§1.99ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
」歌い始めておくれ、愛するムーサたちよ、再び牧歌を歌い始めておくれ。
§1.100τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο·
そこでダフニスは彼女に答えた。
Κύπρι βαρεῖα, §1.101Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής·
「無慈悲なキュプリスよ、怒り狂うキュプリスよ、死すべき人間にとって憎むべきキュプリスよ。
§1.102ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν·
私の太陽はすでにすべて沈んでしまったとお前は思っているのか。
§1.103Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
だが、ダフニスは冥府にあっても、愛にとって辛い苦痛であり続けるだろう。
§1.104ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、再び牧歌を歌い始めておくれ。
§1.105ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν, §1.106ἕρπε ποτʼ Ἀγχίσην.
牛飼いがキュプリスにこう言うのが聞こえる――イダ山へ行くがよい、アンキセスのところへ行くがよい。
τηνεῖ δρύες, ἔνθα κύπειρος·
あそこにはオークがあり、カヤツリグサが茂っている。
§1.108ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、牧歌を歌い始めておくれ。
§1.109ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
美しいアドニスのところへも。
§1.110καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
彼もまた羊を飼い、野ウサギを撃ち、あらゆる獣を追いかけている。
§1.111ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、牧歌を歌い始めておくれ。
§1.112αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα, §1.113καὶ λέγε·
さあ、再びディオメデスの近くへ行って立ち、こう言うがよい。
τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
『私は牛飼いダフニスを負かした。 さあ、私と戦え』と。
§1.114ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、再び牧歌を歌い始めておくれ。
§1.115ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι, §1.116χαίρεθʼ.
おお、狼たちよ、ジャッカルたちよ、山の中の洞窟に住む熊たちよ、さらばだ。
ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν, §1.117οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα.
牛飼いダフニスたる私は、もはや森の中にも、樫の茂みの中にも、林の中にもいない。
χαῖρʼ Ἀρέθοισα, §1.118καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
さらば、アレトゥーサよ、そしてテュンブリスへ美しき水を注ぎ込む川よ。
§1.119ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、再び牧歌を歌い始めておくれ。
§1.120Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, §1.121Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
私はあのダフニス、ここで牛を飼っていた者、ここで牡牛や子牛たちに水を飲ませていたダフニスだ。
§1.122ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
歌い始めておくれ、愛するムーサたちよ、再び牧歌を歌い始めておくれ。
§1.123ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω, §1.124εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον
おお、パン神よ、パン神よ、あなたがリュカイオス山の高みにいようとも、あるいは大いなるマイナロス山を巡っていようとも、ここシケリアの島へ来ておくれ。
§1.125τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα
ヘリケの墓と、あのリュカウンの息子の高き塚をあとに残して。
§1.126τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
あれは神々にとっても驚嘆すべきものだが。
§1.127λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
歌うのをやめておくれ、ムーサたちよ、さあ、牧歌を歌うのをやめておくれ。
§1.128ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν §1.129ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
来てください、王よ、そしてこの、蜜のように甘く香り、蝋でしっかり接合された、美しい、吹き口の周りを丸く削ったパンの笛を受け取ってください。
§1.130ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.
なぜなら、私は恋によって、すでに冥府へと引きずり込まれつつあるのだから。
§1.131λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
歌うのをやめておくれ、ムーサたちよ、さあ、牧歌を歌うのをやめておくれ。
§1.132νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,
さあ、今や茨よ、お前たちがスミレを咲かせるがよい、棘よ、お前たちもスミレを咲かせるがよい。
§1.133ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι·
美しい水仙が、杜松の枝に花を咲かせるがよい。
§1.135Δάφνις ἐπεὶ θνάσκει·
ダフニスが死にゆくのだから。
καὶ τὼς κύνας ὥλαφος ἕλκοι, §1.136κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
そして鹿が犬を追い回し、山のコノハズクがナイチンゲールと歌を競い合うがよい。
§1.137λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
歌うのをやめておくれ、ムーサたちよ、さあ、牧歌を歌うのをやめておくれ。
§1.138χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο·
彼はこれだけのことを言って、息を引き取った。
τὸν δʼ Ἀφροδίτα §1.139ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει
アプロディテは彼を生き返らせようとしたが、運命の三女神が授けた命の糸はすべて尽きてしまっていた。
§1.140ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον.
そしてダフニスは川へと去っていった。
ἔκλυσε δίνα §1.141τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
渦巻く流れが、ムーサたちに愛され、ニンフたちにも憎まれなかったあの男を呑み込んだ。
§1.142λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
歌うのをやめておくれ、ムーサたちよ、さあ、牧歌を歌うのをやめておくれ。
§1.143καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
さあ、山羊飼いよ、山羊と木杯を私に渡しておくれ。
§1.144σπείσω ταῖς Μοίσαις.
乳を搾って、ムーサたちに捧げ物をしよう。
ὦ χαίρετε πολλάκι Μοῖσαι, §1.145χαίρετʼ·
おお、さらば、ムーサたちよ、何度もさらばだ、さらばだ。
ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.
私は後にお前たちに、もっと甘美な歌を歌おう。
§1.146πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,
ティルシスよ、お前の美しい口が蜜で満たされるように。
§1.147πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις
蜂の巣で満たされるように。 そしてアイギロス産の甘い干し無花果を食べられますように。
§1.148ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις.
お前は蝉よりも美しく歌うのだから。
§1.149ἠνίδε τοι τὸ δέπας·
ほら、これがその木杯だ。
θᾶσαι φίλος, ὡς καλὸν ὄσδει·
友よ、見てみるがいい、なんと甘い香りがすることか。
§1.150Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.
まるで泉のほとりで季節の女神たちによって洗われたかのようだ。
§1.151ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν.
さあ、こっちへおいで、キッサイタ。 お前、彼女の乳を搾るがいい。
αἱ δὲ χίμαιραι, §1.152οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.
若山羊たちよ、跳ね回るのではない、雄山羊が立ち上がって迫ってこないように。

語釈・文法注

  1. 1.81τί πάθοι — 間接疑問節内の希求法(斜格の希求法)。主節の過去時制動詞 ἀνηρώτευν(未完了過去)に引きずられて、本来の直接疑問文の直説法過去 τί ἔπαθε が希求法に変化したものである。
  2. 1.102ἅλιον ἄμμι δεδύκειν — 対格不定詞構文(Doric の完了不定詞 δεδύκειν はアッティカ方言の δεδυκέναι に相当)。「私たちの太陽(生涯、あるいは幸福)がすでにすべて沈んでしまった」とキュプリスが考えている(φράσδῃ)ことを表す。
  3. 1.152οὐ μὴ σκιρτασεῖτε — 否定の小辞 οὐ μή と未来直説法(σκιρτασεῖτε)の組み合わせ。強い禁止(「跳ね回るな」)を表す慣用的な構文。

この箇所を引用する

テオクリトス, 牧歌 §1.76-1.152. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:1.76-1.152

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。