Humanitext Reader

忒奥克里托斯 · 牧歌 §1.76-1.152

达夫尼斯之死与塞尔西斯受酬

第 2 段,共 44 段 · 希腊语

内容简介

濒死的达夫尼斯受到众神(赫耳墨斯、普里阿普斯、塞浦路斯女神)和牧人们的探访,他们劝说他打破顽固的沉默,但他坚持反抗爱神直至死亡。歌者塞尔西斯唱完歌,从山羊倌处得到了约定的木杯与山羊。

§1.76ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.77ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι, §1.78τίς τυ κατατρύχει;
赫耳墨斯最先从山上来,说道:“达夫尼斯,谁在折磨你?
τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;
好朋友,你为谁如此深陷情网?
§1.79ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον· §1.81πάντες ἀνηρώτευν, τί πάθοι κακόν.
牛倌们来了,羊倌们来了,山羊倌们也来了;大家都在询问,你遭受了什么不幸。
ἦνθʼ ὁ Πρίηπος §1.82κἤφα· Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα
普里阿普斯来了并说:“可怜的达夫尼斯,你为什么日渐消瘦?
§1.83πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται— §1.84ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς— §1.85ζάτεισʼ;
而那个姑娘正在走遍所有的泉水、所有的树林,用她的双脚奔波——” 开始吧,亲爱的缪斯,开始牧歌吧—— “寻找着你?
ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
啊,你在恋爱中真是太笨拙、太无能了。
§1.86βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας.
你过去被称为牛倌,但现在你却像个山羊倌。
§1.87ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται, §1.88τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
山羊倌看到母山羊交配的样子,他的眼睛就因哭泣而红肿,因为他自己没有生为公山羊。
§1.89ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.90καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι, §1.91τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.
“而你也是,当你看到少女们欢笑的样子,你的眼睛就因哭泣而红肿,因为你不能和她们一起跳舞。
§1.92τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ §1.93ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας·
” 但那牛倌对他们什么也没回答,只是把自己的痛苦爱情忍耐到底,直到自甘忍受他的命运。
§1.94ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
开始吧,亲爱的缪斯,重新开始牧歌吧。
§1.95ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα, §1.96λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα, §1.97κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν· §1.98ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;
然而,甜美的塞浦路斯女神也微笑着来了,她表面上微笑着,心中却怀着沉重的怒火,说道:“达夫尼斯,你确实曾吹嘘要打败爱神;难道你自己没有被痛苦的爱神所打败吗?
§1.99ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,重新开始牧歌吧。
§1.100τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα, §1.101Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής· §1.102ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν·
达夫尼斯对她回答道:“残忍的塞浦路斯,易怒的塞浦路斯,凡人所憎恶的塞浦路斯;因为难道你认为我们所有的太阳都已经落山了吗?
§1.103Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
即使在冥府,达夫尼斯也将是爱神难以磨灭的痛苦。
§1.104ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,重新开始牧歌吧。
§1.105ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν, §1.106ἕρπε ποτʼ Ἀγχίσην.
“正如人们所说,牛倌对塞浦路斯所言——去伊达山吧,去安基塞斯那里。
τηνεῖ δρύες, ἔνθα κύπειρος·
那里有橡树,那里生长着莎草。
§1.108ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.109ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει. §1.110καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
“美丽的阿多尼斯也是如此,因为他也放牧绵羊,射杀野兔,并追逐各种野兽。
§1.111ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.112αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα, §1.113καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
“再去靠近狄奥墨得斯站着,并对他说:‘我战胜了牛倌达夫尼斯,来和我决斗吧。
§1.114ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
’” 开始吧,亲爱的缪斯,重新开始牧歌吧。
§1.115ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι, §1.116χαίρεθʼ.
“野狼啊,豺狗啊,山中洞穴里栖息的熊啊,永别了。
ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν, §1.117οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα.
我——牛倌达夫尼斯,不再出现在树林中,不再在橡树丛中,也不再在林地里。
χαῖρʼ Ἀρέθοισα, §1.118καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
再见,阿雷图萨,以及将美丽之水注入塞姆布里斯河的溪流啊。
§1.119ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,重新开始牧歌吧。
§1.120Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, §1.121Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
“我就是那个达夫尼斯,在这里放牧牛群的达夫尼斯,在这里让公牛和牛犊饮水的达夫尼斯。
§1.122ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
” 开始吧,亲爱的缪斯,重新开始牧歌吧。
§1.123ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω, §1.124εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον §1.125τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα §1.126τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
“噢,潘神,潘神,无论你是在吕开翁的长长山脊上,还是在巡游伟大的迈纳洛斯山,请到西西里岛上来吧,离开赫利克的坟墓和吕卡翁之子的高大纪念碑,那是连神明都为之惊叹的杰作。
§1.127λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
” 停止吧,缪斯们,快来停止牧歌吧。
§1.128ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν §1.129ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
“来吧,主宰,请收下这支用蜜蜡紧密粘合的、散发着甜香的美丽排箫,它的吹口周围雕刻得圆润。
§1.130ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.
因为我已被爱情拉向了冥府。
§1.131λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
” 停止吧,缪斯们,快来停止牧歌吧。
§1.132νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι, §1.133ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι· §1.135Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι, §1.136κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
“现在让荆棘开出紫罗兰,让刺藤也开出它们吧,让美丽的 narcissus 绽放在刺柏枝头;因为达夫尼斯要死了;让鹿去追逐猎犬,让山中的鸺鹠与夜莺竞相歌唱。
§1.137λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
” 停止吧,缪斯们,快来停止牧歌吧。
§1.138χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα §1.139ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει §1.140ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον.
他说了这么多,便停止了;阿佛洛狄忒想要拉起他;但命运三女神所赐的生命之线都已断绝,达夫尼斯走向了死河。
ἔκλυσε δίνα §1.141τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
漩涡冲走了那深受缪斯喜爱、也不为仙女们所厌恶的男子。
§1.142λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
停止吧,缪斯们,快来停止牧歌吧。
§1.143καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας §1.144σπείσω ταῖς Μοίσαις.
而你,把母山羊和杯子给我,以便我挤完奶后,可以向缪斯奠酒。
ὦ χαίρετε πολλάκι Μοῖσαι, §1.145χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.
噢,永别了,缪斯们,千百次地永别了,永别了;将来我会为你们唱出更甜美的歌。
§1.146πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο, §1.147πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις §1.148ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις.
塞尔西斯啊,愿你那美丽的嘴里满是蜂蜜,满是蜂房,愿你能吃到来自埃吉鲁斯的甘美干无花果,因为你唱得比蝉儿还要动听。
§1.149ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει· §1.150Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.
瞧,这是给你的杯子;看啊,朋友,它闻起来多香;你会以为它是在时光女神们的泉水旁清洗过的。
§1.151ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν.
过来,奇塞莎,你来给它挤奶。
αἱ δὲ χίμαιραι, §1.152οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.
而你们,小山羊们,别再乱跳了,免得公山羊对你们动粗。

词汇与语法注释

  1. 1.81τί πάθοι — 间接疑问句中的斜格祈愿语气。受主句过去时态动词 ἀνηρώτευν(未完成过去时)的影响,由直接疑问句中的直说法语气过去时 τί ἔπαθε 转化而来。
  2. 1.102ἅλιον ἄμμι δεδύκειν — 带对格的不定式结构,其中 Doric 方言的完成时不定式 δεδύκειν 相当于雅典方言的 δεδυκέναι。表示塞浦路斯女神认为(φράσδῃ)“我们的太阳(生命或幸福)已经完全落山”。
  3. 1.152οὐ μὴ σκιρτασεῖτε — 否定小词 οὐ μή 与将来时直说语气(σκιρτασεῖτε)的结合,表示强烈的禁止(“不要乱跳”)。

引用这一段

忒奥克里托斯, 牧歌 §1.76-1.152. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:1.76-1.152

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。