§8.99.1ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ θέρους τούτου καὶ οἱ ἐν τῇ Μιλήτῳ Πελοποννήσιοι, ὡς τροφήν τε οὐδεὶς ἐδίδου τῶν ὑπὸ Τισσαφέρνους τότε [ὅτε ἐπὶ τὴν Ἄσπενδον παρῄει] προσταχθέντων, καὶ αἱ Φοίνισσαι νῆες οὐδὲ ὁ Τισσαφέρνης τέως που ἧκον, ὅ τε Φίλιππος ὁ ξυμπεμφθεὶς αὐτῷ ἐπεστάλκει Μινδάρῳ τῷ ναυάρχῳ καὶ ἄλλος Ἱπποκράτης, ἀνὴρ Σπαρτιάτης καὶ ὢν ἐν Φασήλιδι, ὅτι οὔτε αἱ νῆες παρέσοιντο πάντα τε ἀδικοῖντο ὑπὸ Τισσαφέρνους, Φαρνάβαζός τε ἐπεκαλεῖτο αὐτοὺς καὶ ἦν πρόθυμος κομίσας τὰς ναῦς καὶ αὐτὸς τὰς λοιπὰς ἔτι πόλεις τῆς ἑαυτοῦ ἀρχῆς ἀποστῆσαι τῶν Ἀθηναίων, ὥσπερ καὶ ὁ Τισσαφέρνης, ἐλπίζων πλέον τι σχήσειν ἀπ’ αὐτοῦ, οὕτω δὴ ὁ Μίνδαρος πολλῷ κόσμῳ καὶ ἀπὸ παραγγέλματος αἰφνιδίου, ὅπως λάθοι τοὺς ἐν Σάμῳ, ἄρας ἀπὸ τῆς Μιλήτου ναυσὶ τρισὶ καὶ ἑβδομήκοντα ἔπλει ἐπὶ τὸν Ἑλλήσποντον (πρότερον δὲ ἐν τῷ αὐτῷ θέρει τῷδε ἑκκαίδεκα ἐς αὐτὸν νῆες ἐσέπλευσαν, αἳ καὶ τῆς Χερσονήσου τι μέρος κατέδραμον)·
この夏のほぼ同じ時期に、ミレトスにいたペロポネソス人たちもまた、[ティサフェルネスがアスペンドスへ向かった]当時、彼から命令されていた者たちのうち、誰も彼らに食糧を支給しておらず、フェニキアの船もティサフェルネスもその時まで一向に到着せず、さらに彼に同行して送られたピリッポス、およびファセリスにいた別のスパルタ人ヒポクラテスが、船はやって来ないであろうこと、そして自分たちはティサフェルネスによってあらゆる点で不当に扱われているということを、海軍提督ミンダロスに書き送っており、その上ファルナバゾスが彼らを招請して、船を迎え入れれば、ティサフェルネスがしたように自分の管轄区にある残りの都市をもアテナイから離反させたいと熱望しており、それによってより大きな利益を得ることを望んでいたため、まさにこのために、ミンダロスは極めて整然と、またサモスにいる者たちに気づかれないように突然の命令によって、73隻の船を率いてミレトスを出帆し、ヘレスポントスへと航行した(これより先、この同じ夏に16隻の船が同地に入り、ヘルソネソスの一部を襲撃していた)。
χειμασθεὶς δὲ ἀνέμῳ καὶ ἀναγκασθεὶς καταίρει ἐς τὴν Ἴκαρον, καὶ μείνας ἐν αὐτῇ ὑπὸ ἀπλοίας πέντε ἢ ἓξ ἡμέρας ἀφικνεῖται ἐς τὴν Χίον.
しかし、風暴に遭って余儀なくされ、イカロス島に寄港し、逆風のためそこに5、6日滞在した後、キオス島に到着した。