§8.97.1ἐπὶ δ’ οὖν τοῖς ἠγγελμένοις οἱ Ἀθηναῖοι ναῦς τε εἴκοσιν ὅμως ἐπλήρουν καὶ ἐκκλησίαν ξυνέλεγον, μίαν μὲν εὐθὺς τότε πρῶτον ἐς τὴν Πύκνα καλουμένην, οὗπερ καὶ ἄλλοτε εἰώθεσαν, ἐν ᾗπερ καὶ τοὺς τετρακοσίους καταπαύσαντες τοῖς πεντακισχιλίοις ἐψηφίσαντο τὰ πράγματα παραδοῦναι (εἶναι δὲ αὐτῶν ὁπόσοι καὶ ὅπλα παρέχονται) καὶ μισθὸν μηδένα φέρειν μηδεμιᾷ ἀρχῇ· εἰ δὲ μή, ἐπάρατον ἐποιήσαντο.
それゆえ、この報せに対して、アテナイ人はそれにもかかわらず20隻の船に乗組員を満たし、また民会を招集した。 まずは直ちにそのとき、以前から他の機会にも慣れていたプニュクスと呼ばれる場所に最初の民会を招集し、まさにその中で四百人の支配を廃止して、五千人に国政を委ねることを議決した。 (そして、重装歩兵の武具を提供する者すべてがこの五千人に属するものとされた。 )また、いかなる官職に対してもいかなる手当も受け取らないこととし、もしこれに違反するならば、その者を呪われるべきものとした。
§8.97.2ἐγίγνοντο δὲ καὶ ἄλλαι ὕστερον πυκναὶ ἐκκλησίαι, ἀφ’ ὧν καὶ νομοθέτας καὶ τἆλλα ἐψηφίσαντο ἐς τὴν πολιτείαν.
その後も頻繁に民会が開催され、それらを通じて国制のために立法委員を任命し、その他の諸事を決議した。
καὶ οὐχ ἥκιστα δὴ τὸν πρῶτον χρόνον ἐπί γε ἐμοῦ Ἀθηναῖοι φαίνονται εὖ πολιτεύσαντες·
そして、少なくとも私の生涯においては、この最初の時期にアテナイ人は最も優れた統治を行ったように思われる。
μετρία γὰρ ἥ τε ἐς τοὺς ὀλίγους καὶ τοὺς πολλοὺς ξύγκρασις ἐγένετο καὶ ἐκ πονηρῶν τῶν πραγμάτων γενομένων τοῦτο πρῶτον ἀνήνεγκε τὴν πόλιν.
というのも、少数者と多数者の適度な調和が生まれ、事態が破滅的な状況に陥っていたところから、これが最初に都市を立ち直らせたからである。
§8.97.3ἐψηφίσαντο δὲ καὶ Ἀλκιβιάδην καὶ ἄλλους μετ’ αὐτοῦ κατιέναι καὶ παρά τε ἐκεῖνον καὶ παρὰ τὸ ἐν Σάμῳ στρατόπεδον πέμψαντες διεκελεύοντο ἀνθάπτεσθαι τῶν πραγμάτων.
また彼らは、アルキビアデスと彼に伴う他の人々が帰国することも決議し、彼のもとへと、またサモスの軍勢のもとへと使者を送って、国事にしっかりと取り組むよう促した。