Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.97.1-8.97.3

废除四百人会议与确立五千人政体

第 905 段,共 917 段 · 希腊语

内容简介

雅典人得知消息后依然整备船只并在普尼克斯召集公民大会,废除四百人会议,转而向五千人移交政权并规定官职无薪。修昔底德高度评价这一时期少数与多数调和的温和政体,并记录了投票决定召回阿尔西比亚德斯等人。

§8.97.1ἐπὶ δ’ οὖν τοῖς ἠγγελμένοις οἱ Ἀθηναῖοι ναῦς τε εἴκοσιν ὅμως ἐπλήρουν καὶ ἐκκλησίαν ξυνέλεγον, μίαν μὲν εὐθὺς τότε πρῶτον ἐς τὴν Πύκνα καλουμένην, οὗπερ καὶ ἄλλοτε εἰώθεσαν, ἐν ᾗπερ καὶ τοὺς τετρακοσίους καταπαύσαντες τοῖς πεντακισχιλίοις ἐψηφίσαντο τὰ πράγματα παραδοῦναι (εἶναι δὲ αὐτῶν ὁπόσοι καὶ ὅπλα παρέχονται) καὶ μισθὸν μηδένα φέρειν μηδεμιᾷ ἀρχῇ· εἰ δὲ μή, ἐπάρατον ἐποιήσαντο.
然而,在听到这一消息后,雅典人仍旧装备了二十艘船只,并召集了公民大会。 他们首先立即召开了这之中的第一次大会,地点就在他们平时也习惯聚集的、被称为普尼克斯的地方。 正是在这次大会上,他们废除了四百人的统治,并投票决定将国家权力移交给五千人(并规定凡是能够自备重装武器的人都属于这五千人之列),且任何官职都不得领取任何薪酬;如有违反,则宣布其为受诅咒之人。
§8.97.2ἐγίγνοντο δὲ καὶ ἄλλαι ὕστερον πυκναὶ ἐκκλησίαι, ἀφ’ ὧν καὶ νομοθέτας καὶ τἆλλα ἐψηφίσαντο ἐς τὴν πολιτείαν.
此后,他们还举行了多次频繁的公民大会,并在会上投票通过了设立立法委员以及其他有关宪政的措施。
καὶ οὐχ ἥκιστα δὴ τὸν πρῶτον χρόνον ἐπί γε ἐμοῦ Ἀθηναῖοι φαίνονται εὖ πολιτεύσαντες· μετρία γὰρ ἥ τε ἐς τοὺς ὀλίγους καὶ τοὺς πολλοὺς ξύγκρασις ἐγένετο καὶ ἐκ πονηρῶν τῶν πραγμάτων γενομένων τοῦτο πρῶτον ἀνήνεγκε τὴν πόλιν.
确实,在最初的这段时期内,至少在我的时代,雅典人似乎实行了最优秀的统治;因为在少数人与多数人之间实现了一种适度的调和,并且在局势陷入悲惨境地之后,正是这一点首先使城邦得以重振。
§8.97.3ἐψηφίσαντο δὲ καὶ Ἀλκιβιάδην καὶ ἄλλους μετ’ αὐτοῦ κατιέναι καὶ παρά τε ἐκεῖνον καὶ παρὰ τὸ ἐν Σάμῳ στρατόπεδον πέμψαντες διεκελεύοντο ἀνθάπτεσθαι τῶν πραγμάτων.
他们还投票决定召回阿尔西比亚德斯以及随同他的其他人,并向他本人和萨摩斯的军队派遣了使者,督促他们全力以赴投入到国事之中。

词汇与语法注释

  1. 8.97.1εἶναι δὲ αὐτῶν — 不定式 `εἶναι` 作为间接命令或陈述,依附于主动词 `ἐψηφίσαντο`(议决)。属格 `αὐτῶν`(指代“五千人”)表示所属关系(“属于他们”)。`εἶναι` 的主语是由关系从句 `ὁπόσοι καὶ ὅπλα παρέχονται`(凡是能自备武器的人)充当。
  2. 8.97.2φαίνονται εὖ πολιτεύσαντες — 动词 `φαίνομαι` 连同分词 `πολιτεύσαντες`(不定过去时分词)一起使用,表示一个确凿的事实(“他们显然实行了良好的统治”),这与跟不定式连用(`φαίνονται εὖ πολιτεῦσαι`,意为“他们似乎实行了良好的统治”[但实际上不确定])的情况有所不同。
  3. 8.97.2ἐκ πονηρῶν τῶν πραγμάτων γενομένων — 介词 `ἐκ` 支配着属格名词 `τῶν πραγμάτων` 及其表语位置的形容词 `πονηρῶν` 和属格分词 `γενομένων`。它表示“从局势变得恶劣的状态中”,在介词短语中嵌入了类似于属格独立分词结构的状语情况。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.97.1-8.97.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.97.1-8.97.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。