§8.9.1οἱ δὲ Κορίνθιοι, ἐπειγομένων αὐτῶν τὸν πλοῦν, οὐ προυθυμήθησαν ξυμπλεῖν πρὶν τὰ Ἴσθμια, ἃ τότε ἦν, διεορτάσωσιν.
しかし、コリントス人は、他の者たちが航海を急がせているにもかかわらず、当時開催されていたイストミア大祭を祝い終えるまでは、共に出航することに熱意を示さなかった。
Ἆγις δὲ αὐτοῖς ἑτοῖμος ἦν ἐκείνους μὲν μὴ λύειν δὴ τὰς Ἰσθμιάδας σπονδάς, ἑαυτοῦ δὲ τὸν στόλον ἴδιον ποιήσασθαι.
アギスは彼らに対して、彼らにイストミアの休戦協定を破らせるようなことはせず、遠征隊を自分自身の指揮下に置く用意があった。
§8.9.2οὐ ξυγχωρούντων δὲ τῶν Κορινθίων, ἀλλὰ διατριβῆς ἐγγιγνομένης, οἱ Ἀθηναῖοι ᾐσθάνοντο τὰ τῶν Χίων μᾶλλον, καὶ πέμψαντες ἕνα τῶν στρατηγῶν Ἀριστοκράτη ἐπῃτιῶντο αὐτούς, καὶ ἀρνουμένων τῶν Χίων τὸ πιστὸν ναῦς σφίσι ξυμπέμπειν ἐκέλευον ἐς τὸ ξυμμαχικόν·
しかしコリントス人がこれに同意せず、遅延が生じているうちに、アテナイ人はキオス人の不穏な動きをよりはっきりと察知するようになり、将軍の一人アリストクラテスを派遣して彼らを非難した。 キオス人がこれを否認すると、アテナイ人は信頼の証として、同盟のために自軍に船を派遣して合流させるよう要求した。
οἱ δ᾽ ἔπεμψαν ἑπτά.
するとキオス人は七隻の船を送った。
§8.9.3αἴτιον δ’ ἐγένετο τῆς ἀποστολῆς τῶν νεῶν οἱ μὲν πολλοὶ τῶν Χίων οὐκ εἰδότες τὰ πρασσόμενα, οἱ δὲ ὀλίγοι καὶ ξυνειδότες τό τε πλῆθος οὐ βουλόμενοί πω πολέμιον ἔχειν, πρίν τι καὶ ἰσχυρὸν λάβωσι, καὶ τοὺς Πελοποννησίους οὐκέτι προσδεχόμενοι ἥξειν, ὅτι διέτριβον.
船が派遣されるに至った理由は、キオス人の大多数は進行中の企みを知らなかったこと、また、それを知っていた少数の者たちも、何か強力な支えを得るまでは民衆をまだ敵に回したくないと考えていたこと、そしてペロポネソス人がもたもたしているため、彼らがおそらくもうやって来ないのではないかと予期していたことにあった。