§8.9.1οἱ δὲ Κορίνθιοι, ἐπειγομένων αὐτῶν τὸν πλοῦν, οὐ προυθυμήθησαν ξυμπλεῖν πρὶν τὰ Ἴσθμια, ἃ τότε ἦν, διεορτάσωσιν.
但是,尽管其他人急于启航,科林斯人却不愿共同出航,除非他们先过完当时正在举行的地峡运动会。
Ἆγις δὲ αὐτοῖς ἑτοῖμος ἦν ἐκείνους μὲν μὴ λύειν δὴ τὰς Ἰσθμιάδας σπονδάς, ἑαυτοῦ δὲ τὸν στόλον ἴδιον ποιήσασθαι.
而阿基斯则准备让他们不至于破坏地峡停战协定,而将这次远征作为他自己的私人行动。
§8.9.2οὐ ξυγχωρούντων δὲ τῶν Κορινθίων, ἀλλὰ διατριβῆς ἐγγιγνομένης, οἱ Ἀθηναῖοι ᾐσθάνοντο τὰ τῶν Χίων μᾶλλον, καὶ πέμψαντες ἕνα τῶν στρατηγῶν Ἀριστοκράτη ἐπῃτιῶντο αὐτούς, καὶ ἀρνουμένων τῶν Χίων τὸ πιστὸν ναῦς σφίσι ξυμπέμπειν ἐκέλευον ἐς τὸ ξυμμαχικόν· οἱ δ᾽ ἔπεμψαν ἑπτά.
由于科林斯人不赞同,并产生了拖延,雅典人更加察觉到了希奥斯人的动向,于是派出了将军之一阿里斯托克拉特去指责他们。 当希奥斯人否认指控时,雅典人要求他们派出船只加入同盟以示诚信;于是他们派出了七艘船。
§8.9.3αἴτιον δ’ ἐγένετο τῆς ἀποστολῆς τῶν νεῶν οἱ μὲν πολλοὶ τῶν Χίων οὐκ εἰδότες τὰ πρασσόμενα, οἱ δὲ ὀλίγοι καὶ ξυνειδότες τό τε πλῆθος οὐ βουλόμενοί πω πολέμιον ἔχειν, πρίν τι καὶ ἰσχυρὸν λάβωσι, καὶ τοὺς Πελοποννησίους οὐκέτι προσδεχόμενοι ἥξειν, ὅτι διέτριβον.
派遣船只的原因在于,希奥斯的大多数人并不知道正在密谋的事情,而少数知情的特权者一方面在获得强大支持之前还不愿与民众为敌,另一方面也因为伯罗奔尼撒人一再拖延而不再期待他们会到来。