§8.80.1ἐν δὲ τῷ αὐτῷ θέρει μετὰ τοῦτο εὐθὺς οἱ Πελοποννήσιοι, ἐπειδὴ ἁθρόαις ταῖς ναυσὶν οὐκ ἀξιόμαχοι νομίσαντες εἶναι οὐκ ἀντανήγοντο, ἀπορήσαντες ὁπόθεν τοσαύταις ναυσὶ χρήματα ἕξουσιν, ἄλλως τε καὶ Τισσαφέρνους κακῶς διδόντος, ἀποστέλλουσιν ὡς τὸν Φαρνάβαζον, ὥσπερ καὶ τὸ πρῶτον ἐκ τῆς Πελοποννήσου προσετάχθη, Κλέαρχον τὸν Ῥαμφίου ἔχοντα ναῦς τεσσαράκοντα.
この直後の同じ夏に、ペロポネソス勢は、全艦隊をもってしても互角に戦える相手ではないと考えて出航して迎え撃たなかったが、これほど多くの船のための資金をどこから手に入れるべきか途方に暮れ、とりわけティッサフェルネスが十分に支払わなかったこともあって、最初のときにペロポネソスから命じられていた通り、ラミピアスの息子クレアルコスを40隻の船とともにファルナバゾスのもとへと派遣した。
§8.80.2ἐπεκαλεῖτό τε γὰρ αὐτοὺς ὁ Φαρνάβαζος καὶ τροφὴν ἑτοῖμος ἦν παρέχειν, καὶ ἅμα καὶ τὸ Βυζάντιον ἐπεκηρυκεύετο αὐτοῖς ἀποστῆναι.
というのも、ファルナバゾスが彼らを招いており、維持費を支払う用意ができていたからであり、同時にビュザンティオンからも(アテナイから)離反したいという使者が彼らのもとに送られてきていたからである。
§8.80.3καὶ αἱ μὲν τῶν Πελοποννησίων αὗται νῆες ἀπάρασαι ἐς τὸ πέλαγος, ὅπως λάθοιεν ἐν τῷ πλῷ τοὺς Ἀθηναίους, χειμασθεῖσαι, καὶ αἱ μὲν Δήλου λαβόμεναι αἱ πλείους μετὰ Κλεάρχου καὶ ὕστερον πάλιν ἐλθοῦσαι ἐς Μίλητον (Κλέαρχος δὲ κατὰ γῆν αὖθις ἐς τὸν Ἑλλήσποντον κομισθεὶς ἦρχεν), αἱ δὲ μετὰ Ἑλίξου τοῦ Μεγαρέως στρατηγοῦ δέκα ἐς τὸν Ἑλλήσποντον διασωθεῖσαι Βυζάντιον ἀφιστᾶσιν.
そして、これらペロポネソス勢の船は、航行中にアテナイ人に気づかれないよう外洋へと出航したが、嵐に遭遇し、大部分の船はクレアルコスとともにデロス島にたどり着いたものの、後に再びミレトスへと戻り(他方、クレアルコスは後に陸路でヘレスポントスへ向かい、指揮を執った)、メガラ人の将軍ヘリクソスを擁する残りの10隻は無事にヘレスポントスにたどり着き、ビュザンティオンを離反させた。
§8.80.4καὶ μετὰ ταῦτα οἱ ἐκ τῆς Σάμου πέμπουσιν αἰσθόμενοι νεῶν βοήθειαν καὶ φυλακὴν ἐς τὸν Ἑλλήσποντον, καί τις καὶ ναυμαχία βραχεῖα γίγνεται πρὸ τοῦ Βυζαντίου ναυσὶν ὀκτὼ πρὸς ὀκτώ.
この後、サモスにいたアテナイ勢は(この離反を)察知して、ヘレスポントスへ救援かつ防備のための船を派遣し、ビュザンティオンの沖合で、8隻対8隻の短い海戦が行われた。