Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.76.1-8.76.7

萨摩斯的雅典军队改选将领与抗争决议

第 884 段,共 917 段 · 希腊语

内容简介

萨摩斯的雅典军队召开大会选举了新的将军,并互相鼓励说,尽管雅典本国发生了寡头政变,但由于他们掌控着舰队、资源以及潜在的盟友,他们依然占据优势。

§8.76.1ἐς φιλονικίαν τε καθέστασαν τὸν χρόνον τοῦτον οἱ μὲν τὴν πόλιν ἀναγκάζοντες δημοκρατεῖσθαι, οἱ δὲ τὸ στρατόπεδον ὀλιγαρχεῖσθαι.
在此时期,他们陷入了竞争状态,一方强迫雅典城维持民主,另一方则企图向军队强加寡头制。
§8.76.2ἐποίησαν δὲ καὶ ἐκκλησίαν εὐθὺς οἱ στρατιῶται, ἐν ᾗ τοὺς μὲν προτέρους στρατηγούς, καὶ εἴ τινα τῶν τριηράρχων ὑπώπτευον, ἔπαυσαν, ἄλλους δὲ ἀνθείλοντο καὶ τριηράρχους καὶ στρατηγούς, ὧν Θρασύβουλός τε καὶ Θράσυλος ὑπῆρχον.
士兵们也立即召开了大会,在会上罢免了以前的将军以及他们所怀疑的任何三列桨战船指挥官,并选出了其他人代替他们担任指挥官和将军,其中就包括色拉西布洛斯和色拉西洛斯。
§8.76.3καὶ παραινέσεις ἄλλας τε ἐποιοῦντο ἐν σφίσιν αὐτοῖς ἀνιστάμενοι καὶ ὡς οὐ δεῖ ἀθυμεῖν ὅτι ἡ πόλις αὐτῶν ἀφέστηκεν· τοὺς γὰρ ἐλάσσους ἀπὸ σφῶν τῶν πλεόνων καὶ ἐς πάντα ποριμωτέρων μεθεστάναι.
他们纷纷站起来,在彼此之间发表了各种鼓励性的演说,认为不应因为自己的城市背叛了他们而气馁;因为是少数人(城邦里的人)脱离了他们,而他们才是多数,且在一切物资和手段上都更为富足。
§8.76.4ἐχόντων γὰρ σφῶν τὸ πᾶν ναυτικόν, τάς τε ἄλλας πόλεις ὧν ἄρχουσιν ἀναγκάσειν τὰ χρήματα ὁμοίως διδόναι καὶ εἰ ἐκεῖθεν ὡρμῶντο (πόλιν τε γὰρ σφίσιν ὑπάρχειν Σάμον οὐκ ἀσθενῆ, ἀλλ’ ἣ παρ’ ἐλάχιστον δὴ ἦλθε τὸ Ἀθηναίων κράτος τῆς θαλάσσης, ὅτε ἐπολέμησεν, ἀφελέσθαι, τούς τε πολεμίους ἐκ τοῦ αὐτοῦ χωρίου ἀμυνεῖσθαι οὗπερ καὶ πρότερον), καὶ δυνατώτεροι εἶναι σφεῖς ἔχοντες τὰς ναῦς πορίζεσθαι τὰ ἐπιτήδεια τῶν ἐν τῇ πόλει.
因为,既然他们拥有全部海军,他们将强迫处于他们统治下的其他城市照常缴纳贡金,就像他们从雅典出发时一样(因为他们拥有萨摩斯这个并不弱小的城市作为后盾,该城在昔日交战时,差一点就夺走了雅典人的海上霸权,而且他们可以在同一个地方像以前一样抵御敌人),而且拥有船只的他们,比城里的人更有能力筹措给养。
§8.76.5καὶ δι’ ἑαυτοὺς δὲ ἐν τῇ Σάμῳ προκαθημένους καὶ πρότερον αὐτοὺς κρατεῖν τοῦ ἐς τὸν Πειραιᾶ ἔσπλου, καὶ νῦν ἐς τοιοῦτον καταστήσονται μὴ βουλομένων σφίσι πάλιν τὴν πολιτείαν ἀποδοῦναι, ὥστε αὐτοὶ δυνατώτεροι εἶναι εἴργειν ἐκείνους τῆς θαλάσσης ἢ ὑπ᾽ ἐκείνων εἴργεσθαι.
事实上,正是因为他们自己驻扎在萨摩斯,城里的人以前才能控制进入比雷埃夫斯的航道,而现在,如果城里的人不愿向他们归还宪政,他们将使自己处于这样一种境地:他们自己将更有力量把对方排斥于海上,而不是被对方所排斥。
§8.76.6βραχύ τέ τι εἶναι καὶ οὐδενὸς ἄξιον ὃ πρὸς τὸ περιγίγνεσθαι τῶν πολεμίων ἡ πόλις σφίσι χρήσιμος ἦν, καὶ οὐδὲν ἀπολωλεκέναι, οἵ γε μήτε ἀργύριον εἶχον ἔτι πέμπειν, ἀλλ᾽ αὐτοὶ ἐπορίζοντο οἱ στρατιῶται, μήτε βούλευμα χρηστόν, οὗπερ ἕνεκα πόλις στρατοπέδων κρατεῖ· ἀλλὰ καὶ ἐν τούτοις τοὺς μὲν ἡμαρτηκέναι τοὺς πατρίους νόμους καταλύσαντας, αὐτοὶ δὲ σῴζειν καὶ ἐκείνους πειράσεσθαι προσαναγκάζειν, ὥστε οὐδὲ τούτους, οἵπερ ἂν βουλεύοιέν τι χρηστόν, παρὰ σφίσι χείρους εἶναι.
此外,城邦在战胜敌人方面对他们有用的地方微乎其微、不值一提,他们没有失去任何东西,因为城里的人已无法再送来银钱(士兵们是自己筹措的),也无法送来有益的谋略——而这正是城邦统辖军队的原因;相反,即使在这一点上,对方也因废除祖法而犯了错误,而他们自己则在维护祖法并力图强迫对方也这样做,因此,他们当中那些能够提供有益谋略的人,也绝不比对方差。
§8.76.7Ἀλκιβιάδην τε, ἢν αὐτῷ ἄδειάν τε καὶ κάθοδον ποιήσωσιν, ἄσμενον τὴν παρὰ βασιλέως ξυμμαχίαν παρέξειν.
而且,如果他们能给阿尔西比亚德斯免予处罚并让他返回,他将乐意为他们提供国王的同盟。
τό τε μέγιστον, ἢν ἁπάντων σφάλλωνται, εἶναι αὐτοῖς τοσοῦτον ἔχουσι ναυτικὸν πολλὰς τὰς ἀποχωρήσεις ἐν αἷς καὶ πόλεις καὶ γῆν εὑρήσουσιν.
最重要的是,如果他们所有的计划都失败了,拥有如此庞大海军的他们,将有许多退路,在这些地方他们既能找到城市,也能找到土地。

词汇与语法注释

  1. §8.76.3τοὺς γὰρ ἐλάσσους ἀπὸ σφῶν τῶν πλεόνων καὶ ἐς πάντα ποριμωτέρων μεθεστάναι — 间接引语中的“对格加不定式”结构。主语是 τοὺς ἐλάσσους(“少数人”,即雅典城内的寡头派)。不及物动词完成时不定式 μεθεστάναι(源自 μεθίστημι)意为“脱离”或“改变立场”。介词短语 ἀπὸ σφῶν τῶν πλεόνων... 意为“从他们这些占多数且在各方面更为富足的人(萨摩斯军营)那里”,明确指出了脱离的方向。
  2. §8.76.4δυνατώτεροι εἶναι σφεῖς ἔχοντες τὰς ναῦς πορίζεσθαι τὰ ἐπιτήδεια τῶν ἐν τῇ πόλει — 比较级形容词 δυνατώτεροι 支配句末的属格短语 τῶν ἐν τῇ πόλει(“城里的人”)作为其比较对象。不定式的主语 σφεῖς(“他们自己”)采用主格而非对格,因为其指代的对象与主句说话的主语一致。
  3. §8.76.5καὶ δι’ ἑαυτοὺς δὲ ἐν τῇ Σάμῳ προκαθημένους καὶ πρότερον αὐτοὺς κρατεῖν — 介词短语 δι' ἑαυτού斯 连同对格分词 προκαθημένους 意为“因为他们自己驻扎在前方”。不定式 κρατεῖν 的 意味上主语是后面的对格代词 αὐτούς,指雅典城里的人。此处的代词指代关系较为复杂,需要注意主客体的区分。
  4. §8.76.6οἵ γε μήτε ἀργύριον εἶχον ἔτι πέμπειν — 在间接引语的语境中(通常使用不定式),由关系代词 οἵ γε(指代城内的雅典人)引导的从句使用了直陈式过去时(εἶχον, ἐπορίζοντο)。这表明说话者在强调一个客观事实(即对方缺乏资金的事实)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.76.1-8.76.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.76.1-8.76.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。