§8.73.1ἐν γὰρ τῇ Σάμῳ ἐνεωτερίζετο ἤδη τὰ περὶ τὴν ὀλιγαρχίαν, καὶ ξυνέβη τοιάδε γενέσθαι ὑπ’ αὐτὸν τὸν χρόνον τοῦτον ὅνπερ οἱ τετρακόσιοι ξυνίσταντο.
というのも、サモスにおいては、寡頭制をめぐる事態がすでに変革されつつあり、ちょうど四百人政府が組織されつつあったその時期に、次のようなことが起こったからである。
§8.73.2οἱ γὰρ τότε τῶν Σαμίων ἐπαναστάντες τοῖς δυνατοῖς καὶ ὄντες δῆμος μεταβαλλόμενοι αὖθις καὶ πεισθέντες ὑπό τε τοῦ Πεισάνδρου, ὅτε ἦλθε, καὶ τῶν ἐν τῇ Σάμῳ ξυνεστώτων Ἀθηναίων ἐγένοντό τε ἐς τριακοσίους ξυνωμόται καὶ ἔμελλον τοῖς ἄλλοις ὡς δήμῳ ὄντι ἐπιθήσεσθαι.
すなわち、当時、有力者たちに対して蜂起し、民衆派であったサモス人たちが、再び態度を翻し、ペイサンドロスが到着した際に彼から、またサモスにいる共謀したアテナイ人たちから説得されて、三百人の陰謀結社を組織し、民衆である他の人々を襲撃しようとしていたのである。
§8.73.3καὶ Ὑπέρβολόν τέ τινα τῶν Ἀθηναίων, μοχθηρὸν ἄνθρωπον, ὠστρακισμένον οὐ διὰ δυνάμεως καὶ ἀξιώματος φόβον, ἀλλὰ διὰ πονηρίαν καὶ αἰσχύνην τῆς πόλεως, ἀποκτείνουσι μετὰ Χαρμίνου τε ἑνὸς τῶν στρατηγῶν καί τινων τῶν παρὰ σφίσιν Ἀθηναίων, πίστιν διδόντες αὐτοῖς, καὶ ἄλλα μετ’ αὐτῶν τοιαῦτα ξυνέπραξαν, τοῖς τε πλέοσιν ὥρμηντο ἐπιτίθεσθαι.
そして彼らは、アテナイ人の一人で、卑劣な男であり、権力や名声への恐れからではなく、その邪悪さと国家の恥辱のために陶片追放されていたヒュペルボロスという人物を、将軍の一人であるハルミノスや彼らのもとにいた一部のアテナイ人たちと共に、彼らに忠誠の保証を与えつつ殺害し、彼らと共に他の同様の行為を共謀し、多数派への襲撃に乗り出していた。
§8.73.4οἱ δὲ αἰσθόμενοι τῶν τε στρατηγῶν Λέοντι καὶ Διομέδοντι (οὗτοι γὰρ οὐχ ἑκόντες διὰ τὸ τιμᾶσθαι ὑπὸ τοῦ δήμου ἔφερον τὴν ὀλιγαρχίαν) τὸ μέλλον σημαίνουσι καὶ Θρασυβούλῳ καὶ Θρασύλῳ, τῷ μὲν τριηραρχοῦντι, τῷ δὲ ὁπλιτεύοντι, καὶ ἄλλοις οἳ ἐδόκουν αἰεὶ μάλιστα ἐναντιοῦσθαι τοῖς ξυνεστῶσιν·
しかし、これを察知した人々は、将軍たちのうちレオンとディオメドン(というのも、この二人は民衆から重んじられていたため、不本意ながら寡頭政を容認していたからである)に近づく事態を知らせ、またトラシュブロスとトラシュロス(前者は三段櫂船の指揮官、後者は重装歩兵であった)や、共謀者たちに常に最も強く反対していると見られていた他の者たちにも知らせた。
καὶ οὐκ ἠξίουν περιιδεῖν αὐτοὺς σφᾶς τε διαφθαρέντας καὶ Σάμον Ἀθηναίοις ἀλλοτριωθεῖσαν, δι’ ἣν μόνον [μέχρι νῦν] ἡ ἀρχὴ αὐτοῖς ἐς τοῦτο ξυνέμεινεν.
そして、自分たちが滅ぼされ、アテナイ人にとってサモスが離反するのを見過ごさないよう、彼らに求めた。 このサモスのおかげで、彼らの帝国はこれまで維持されてきたのである。
§8.73.5οἱ δὲ ἀκούσαντες τῶν τε στρατιωτῶν ἕνα ἕκαστον μετῇσαν μὴ ἐπιτρέπειν, καὶ οὐχ ἥκιστα τοὺς Παράλους, ἄνδρας Ἀθηναίους τε καὶ ἐλευθέρους πάντας ἐν τῇ νηὶ πλέοντας καὶ αἰεὶ δήποτε ὀλιγαρχίᾳ καὶ μὴ παρούσῃ ἐπικειμένους·
これを聞いた彼らは、兵士たちを一人一人訪ねてこれを許さないよう説得し、特に、全員がアテナイの自由市民であってその船に乗り組み、いまだ存在していない段階から常に寡頭制に反対していた「パラロス号」の乗組員たちに強く働きかけた。
ὅ τε Λέων καὶ ὁ Διομέδων αὐτοῖς ναῦς τινάς, ὁπότε ποι πλέοιεν, κατέλειπον φύλακας.
また、レオンとディオメドンは、自分たちがどこかへ出航する際にはいつも、彼らのために数隻の船を警備として残した。
§8.73.6ὥστε ἐπειδὴ αὐτοῖς ἐπετίθεντο οἱ τριακόσιοι, βοηθησάντων πάντων τούτων, μάλιστα δὲ τῶν Παράλων, περιεγένοντο οἱ τῶν Σαμίων πλέονες, καὶ τριάκοντα μέν τινας ἀπέκτειναν τῶν τριακοσίων, τρεῖς δὲ τοὺς αἰτιωτάτους φυγῇ ἐζημίωσαν·
したがって、三百人が彼らを襲撃したとき、これらすべての人々、なかんずくパラロス号の乗組員たちが援助したため、サモス人の多数派が勝利を収めた。 彼らは三百人のうち約三十人を殺害し、最も責任の重い三人には追放刑を科した。
τοῖς δ’ ἄλλοις οὐ μνησικακοῦντες δημοκρατούμενοι τὸ λοιπὸν ξυνεπολίτευον.
そして他の者たちに対しては、恨みを抱くことなく、以後は民主政のもとで共同の市民生活を送った。