Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.73.1-8.73.6

萨摩斯寡头政变未遂与民主制的保卫

第 881 段,共 917 段 · 希腊语

内容简介

部分萨摩斯人倾向于寡头制,结成三百人的阴谋集团并企图袭击民主派。然而,萨摩斯民主派察觉了这一阴谋,并向将军莱翁、迪奥梅东以及“帕拉洛斯号”的船员求助,最终在他们的协助下击败了阴谋分子,维护了民主制。

§8.73.1ἐν γὰρ τῇ Σάμῳ ἐνεωτερίζετο ἤδη τὰ περὶ τὴν ὀλιγαρχίαν, καὶ ξυνέβη τοιάδε γενέσθαι ὑπ’ αὐτὸν τὸν χρόνον τοῦτον ὅνπερ οἱ τετρακόσιοι ξυνίσταντο.
因为在萨摩斯,关于寡头政局的事态已经开始发生变革,而就在四百人政府正在建立的那个时期,发生了如下的事情。
§8.73.2οἱ γὰρ τότε τῶν Σαμίων ἐπαναστάντες τοῖς δυνατοῖς καὶ ὄντες δῆμος μεταβαλλόμενοι αὖθις καὶ πεισθέντες ὑπό τε τοῦ Πεισάνδρου, ὅτε ἦλθε, καὶ τῶν ἐν τῇ Σάμῳ ξυνεστώτων Ἀθηναίων ἐγένοντό τε ἐς τριακοσίους ξυνωμόται καὶ ἔμελλον τοῖς ἄλλοις ὡς δήμῳ ὄντι ἐπιθήσεσθαι.
原来,当时那些曾反抗权权贵并组成民主派的萨摩斯人,再次改变了立场,受到佩桑德来到时的劝说,以及在萨摩斯共谋的雅典人的游说,结成了三百人的阴谋集团,并企图袭击作为民主派的其他萨摩斯人。
§8.73.3καὶ Ὑπέρβολόν τέ τινα τῶν Ἀθηναίων, μοχθηρὸν ἄνθρωπον, ὠστρακισμένον οὐ διὰ δυνάμεως καὶ ἀξιώματος φόβον, ἀλλὰ διὰ πονηρίαν καὶ αἰσχύνην τῆς πόλεως, ἀποκτείνουσι μετὰ Χαρμίνου τε ἑνὸς τῶν στρατηγῶν καί τινων τῶν παρὰ σφίσιν Ἀθηναίων, πίστιν διδόντες αὐτοῖς, καὶ ἄλλα μετ’ αὐτῶν τοιαῦτα ξυνέπραξαν, τοῖς τε πλέοσιν ὥρμηντο ἐπιτίθεσθαι.
他们杀害了一个名叫许佩博鲁斯的雅典人,这是一个卑劣之徒,被陶片放逐并非因为害怕他的权力和声望,而是因为他的邪恶以及他是城邦的耻辱;他们与将军之一的哈尔米努斯以及在他们当中的一些雅典人共同干了这件事,并向他们提供了忠诚的保证,还与他们一起干了其他类似的勾当,并企图袭击多数派。
§8.73.4οἱ δὲ αἰσθόμενοι τῶν τε στρατηγῶν Λέοντι καὶ Διομέδοντι (οὗτοι γὰρ οὐχ ἑκόντες διὰ τὸ τιμᾶσθαι ὑπὸ τοῦ δήμου ἔφερον τὴν ὀλιγαρχίαν) τὸ μέλλον σημαίνουσι καὶ Θρασυβούλῳ καὶ Θρασύλῳ, τῷ μὲν τριηραρχοῦντι, τῷ δὲ ὁπλιτεύοντι, καὶ ἄλλοις οἳ ἐδόκουν αἰεὶ μάλιστα ἐναντιοῦσθαι τοῖς ξυνεστῶσιν·
但察觉到这一企图的人们,向将军中的莱翁和迪奥梅东(因为这两个人受到民众的器重,所以并非出于自愿而忍受寡头制)通报了即将发生的事,也通报给色拉西布洛斯和色拉西罗斯(前者当时担任三列桨战船船长,后者作为重装步兵服役),以及其他被认为一直最反对阴谋分子的人。
καὶ οὐκ ἠξίουν περιιδεῖν αὐτοὺς σφᾶς τε διαφθαρέντας καὶ Σάμον Ἀθηναίοις ἀλλοτριωθεῖσαν, δι’ ἣν μόνον [μέχρι νῦν] ἡ ἀρχὴ αὐτοῖς ἐς τοῦτο ξυνέμεινεν.
他们请求他们不要坐视自己被消灭,也不要坐视萨摩斯脱离与雅典人的同盟,因为正是依靠萨摩斯,雅典的帝国才一直维持至今。
§8.73.5οἱ δὲ ἀκούσαντες τῶν τε στρατιωτῶν ἕνα ἕκαστον μετῇσαν μὴ ἐπιτρέπειν, καὶ οὐχ ἥκιστα τοὺς Παράλους, ἄνδρας Ἀθηναίους τε καὶ ἐλευθέρους πάντας ἐν τῇ νηὶ πλέοντας καὶ αἰεὶ δήποτε ὀλιγαρχίᾳ καὶ μὴ παρούσῃ ἐπικειμένους· ὅ τε Λέων καὶ ὁ Διομέδων αὐτοῖς ναῦς τινάς, ὁπότε ποι πλέοιεν, κατέλειπον φύλακας.
听了这些话之后,这些人便逐个找士兵谈话,敦促他们不要容许这种事情发生,尤其是找“帕拉洛斯号”的船员——他们全都是雅典的自由公民,乘坐该战船,且一向坚决反对寡头制,即使在寡头制尚未出现时也是如此;莱翁和迪奥梅东在他们每次出航时,都会留下几艘战船为他们作防卫。
§8.73.6ὥστε ἐπειδὴ αὐτοῖς ἐπετίθεντο οἱ τριακόσιοι, βοηθησάντων πάντων τούτων, μάλιστα δὲ τῶν Παράλων, περιεγένοντο οἱ τῶν Σαμίων πλέονες, καὶ τριάκοντα μέν τινας ἀπέκτειναν τῶν τριακοσίων, τρεῖς δὲ τοὺς αἰτιωτάτους φυγῇ ἐζημίωσαν· τοῖς δ’ ἄλλοις οὐ μνησικακοῦντες δημοκρατούμενοι τὸ λοιπὸν ξυνεπολίτευον.
因此,当这三百人袭击他们时,由于所有这些人的协助,特别是“帕拉洛斯号”船员的协助,萨摩斯人的多数派占了上风,他们杀死了那三百人中的大约三十人,并将最罪大恶极的三人处以放逐;至于其他人,他们并不记恨,此后在民主制下共同参与城邦的政治生活。

词汇与语法注释

  1. 8.73.2οἱ γὰρ τότε τῶν Σαμίων ἐπαναστάντες τοῖς δυνατοῖς καὶ ὄντες δῆμος — 意为“当时反抗权贵并组成民主派的萨摩斯人”。副词 τότε(当时、以前)修饰 ἐπαναστάντες 和 ὄντες,指之前发生的民主派革命(见第8卷第21章)。虽然 δῆμος 是单数名词,但它在此作为复数主语 οἱ ... ἐπαναστάντες 的表语,代表整体的“民众”或“民主派”。
  2. 8.73.4οὐκ ἠξίουν περιιδεῖν αὐτοὺς σφᾶς τε διαφθαρέντας καὶ Σάμον Ἀθηναίοις ἀλλοτριωθεῖσαν — 复杂的请求与容许句型。οὐκ ἠξίουν(主张不应、请求不…)的补足不定式是 περιιδεῖν(坐视、容许),其逻辑主语为复数的宾格 αὐτοὺς(指将军们)。同时,περιιδεῖν 支配两个宾语(σφᾶς 和 Σάμον)以及它们各自的补语性分词(διαφθαρέντας 和 ἀλλοτριωθεῖσαν)。整句意为“他们请求他们(将军们)不要坐视自己(σφᾶς:萨摩斯民主派)被消灭,以及萨摩斯脱离(ἀλλοτριωθεῖσαν)雅典人”。
  3. 8.73.5καὶ μὴ παρούσῃ ἐπικειμένους — 分词 ἐπικειμένους(敌视、反对)支配与格的 ὀλιγαρχίᾳ,并通过 καί 连接同样与之共事的 μὴ παρούσῃ(不存在之物、尚未到来之物,为 παράειμι 的分词带主观否定 μή 的与格形式)。整句意为“甚至在寡头制(在萨摩斯)尚未存在时,他们就一向坚决反对它”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.73.1-8.73.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.73.1-8.73.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。