Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §8.53.1-8.53.3

ピサンドロスによる政体変更とアルキビアデス復帰の提案

861 / 917 箇所 · ギリシア語

要旨

ピサンドロスら使節がアテナイに帰還し、ペルシア王の援助を得て戦況を打開するためには民主政の制限とアルキビアデスの帰還が必要であるとアテナイ市民に説得を試みる。

§8.53.1οἱ δὲ μετὰ τοῦ Πεισάνδρου πρέσβεις τῶν Ἀθηναίων ἀποσταλέντες ἐκ τῆς Σάμου ἀφικόμενοι ἐς τὰς Ἀθήνας λόγους ἐποιοῦντο ἐν τῷ δήμῳ κεφαλαιοῦντες ἐκ πολλῶν, μάλιστα δὲ ὡς ἐξείη αὐτοῖς Ἀλκιβιάδην καταγαγοῦσι καὶ μὴ τὸν αὐτὸν τρόπον δημοκρατουμένοις βασιλέα τε ξύμμαχον ἔχειν καὶ Πελοποννησίων περιγενέσθαι.
ピサンドロスとともにサモス島から派遣されたアテナイ人の使節たちは、アテナイに到着すると民会で演説を行い、多くの事柄を要約して、特に、アルキビアデスを帰還させ、これまでと同じ方法で民主政を行わないようにするならば、王を同盟者とし、ペロポネソス人に打ち勝つことが可能であると主張した。
§8.53.2ἀντιλεγόντων δὲ πολλῶν καὶ ἄλλων περὶ τῆς δημοκρατίας καὶ τῶν Ἀλκιβιάδου ἅμα ἐχθρῶν διαβοώντων ὡς δεινὸν εἴη εἰ τοὺς νόμους βιασάμενος κάτεισι, καὶ Εὐμολπιδῶν καὶ Κηρύκων περὶ τῶν μυστικῶν δι’ ἅπερ ἔφυγε μαρτυρομένων καὶ ἐπιθειαζόντων μὴ κατάγειν, ὁ Πείσανδρος παρελθὼν πρὸς πολλὴν ἀντιλογίαν καὶ σχετλιασμὸν ἠρώτα ἕνα ἕκαστον παράγων τῶν ἀντιλεγόντων, εἴ τινα ἐλπίδα ἔχει σωτηρίας τῇ πόλει, Πελοποννησίων ναῦς τε οὐκ ἐλάσσους σφῶν ἐν τῇ θαλάσσῃ ἀντιπρῴρους ἐχόντων καὶ πόλεις ξυμμαχίδας πλείους, βασιλέως τε αὐτοῖς καὶ Τισσαφέρνους χρήματα παρεχόντων, σφίσι τε οὐκέτι ὄντων, εἰ μή τις πείσει βασιλέα μεταστῆναι παρὰ σφᾶς.
しかし、多くの人々が民主政をめぐって反対し、同時にアルキビアデスの敵たちが、彼が法を犯して帰還するなら恐るべきことになると大声で叫び、さらにエウモルピダイ家とケリュケス家が、彼の亡命の原因となった秘儀について神々に誓って証言し、帰還させぬよう警告する中で、ピサンドロスは激しい反対と憤慨を前にして進み出ると、反対者たちの一人一人を前に引き出して、次のように尋ねた。 ペロポネソス人が自分たちに劣らない数の船を海上で対峙させ、より多くの同盟都市を擁しており、王とティッサフェルネスが彼らに資金を供給している一方で、自分たちにはもう資金がないというのに、もし誰かが王を自分たちの側に寝返るよう説得しない限り、国家に何か救いの希望があるのか、と。
§8.53.3ὁπότε δὲ μὴ φαῖεν ἐρωτώμενοι, ἐνταῦθα δὴ σαφῶς ἔλεγεν αὐτοῖς ὅτι ‘τοῦτο τοίνυν οὐκ ἔστιν ἡμῖν γενέσθαι, εἰ μὴ πολιτεύσομεν τε σωφρονέστερον καὶ ἐς ὀλίγους μᾶλλον τὰς ἀρχὰς ποιήσομεν, ἵνα πιστεύῃ ἡμῖν βασιλεύς, καὶ μὴ περὶ πολιτείας τὸ πλέον βουλεύσομεν ἐν τῷ παρόντι ἢ περὶ σωτηρίας (ὕστερον γὰρ ἐξέσται ἡμῖν καὶ μεταθέσθαι, ἢν μή τι ἀρέσκῃ), Ἀλκιβιάδην τε κατάξομεν, ὃς μόνος τῶν νῦν οἷός τε τοῦτο κατεργάσασθαι.
尋ねられた彼らが「ない」と答えるたびに、そこでまさに彼は彼らにはっきりとこう語った。 「それならば、我々がより穏健に国を治め、役職をより少数の者に委ねることで、王が我々を信頼するようにし、現時点では国制についてよりも救いについて主に議論するようにし(後からもし気に入らないことがあれば、変更することも我々には可能なのですから)、そして、今生きている人々の中でこれを成し遂げることのできる唯一の人物であるアルキビアデスを帰還させない限り、この救いが我々にもたらされることは不可能なのです。

語釈・文法注

  1. §8.53.1καταγαγοῦσι καὶ μὴ τὸν αὐτὸν τρόπον δημοκρατουμένοις — 与格分詞 `καταγαγοῦσι` と `δημοκρατουμένοις` は、非人称動詞 `ἐξείη` の意味上の主語である `αὐτοῖς` に性・数・格が一致している。これらは条件(「もし帰還させ、〜しないならば」)を表す副詞的分詞として機能している。
  2. §8.53.2Πελοποννησίων ναῦς τε οὐκ ἐλάσσους σφῶν ἐν τῇ θαλάσσῃ ἀντιπρῴρους ἐχόντων — 属格独立分詞(genitive absolute)構文であり、`Πελοποννησίων ... ἐχόντων` がその中心である。`σφῶν` はアテナイ人自身を指す三人称複数再帰代名詞の属格で、比較級 `οὐκ ἐλάσσους` の比較対象。続く `βασιλέως τε ... παρεχόντων` と `σφίσι τε οὐκέτι ὄντων`(`χρημάτων` の省略)も並列する独立分詞である。
  3. §8.53.3εἰ μὴ πολιτεύσομεν ... Ἀλκιβιάδην τε κατάξομεν — `εἰ μὴ`(もし〜でなければ)の支配下に4つの未来直説法動詞(`πολιτεύσομεν`、`ποιήσομεν`、否定の `μὴ` を伴う `βουλεύσομεν`、そして `κατάξομεν`)が並列されている。最後の `Ἀλκιβιάδην τε κατάξομεν` も `εἰ μὴ` に係り、「アルキビアデスを帰還させない限りは」という必須条件を表している。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §8.53.1-8.53.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.53.1-8.53.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。