Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.53.1-8.53.3

皮桑德提议限制民主政体与召回阿尔西比亚德斯

第 861 段,共 917 段 · 希腊语

内容简介

皮桑德等使者回到雅典,试图说服公民们,为了获得波斯国王的盟约并确保城邦安全,限制民主政体并召回阿尔西比亚德斯是必不可少的。

§8.53.1οἱ δὲ μετὰ τοῦ Πεισάνδρου πρέσβεις τῶν Ἀθηναίων ἀποσταλέντες ἐκ τῆς Σάμου ἀφικόμενοι ἐς τὰς Ἀθήνας λόγους ἐποιοῦντο ἐν τῷ δήμῳ κεφαλαιοῦντες ἐκ πολλῶν, μάλιστα δὲ ὡς ἐξείη αὐτοῖς Ἀλκιβιάδην καταγαγοῦσι καὶ μὴ τὸν αὐτὸν τρόπον δημοκρατουμένοις βασιλέα τε ξύμμαχον ἔχειν καὶ Πελοποννησίων περιγενέσθαι.
与皮桑德一起从萨摩斯派出的雅典使者们,在到达雅典后,在公民大会上发表了演讲,将许多要点浓缩,特别指出,如果他们召回阿尔西比亚德斯,并且不再以同样的方式实行民主政体,他们就能够使国王成为盟友,并战胜伯罗奔尼撒人。
§8.53.2ἀντιλεγόντων δὲ πολλῶν καὶ ἄλλων περὶ τῆς δημοκρατίας καὶ τῶν Ἀλκιβιάδου ἅμα ἐχθρῶν διαβοώντων ὡς δεινὸν εἴη εἰ τοὺς νόμους βιασάμενος κάτεισι, καὶ Εὐμολπιδῶν καὶ Κηρύκων περὶ τῶν μυστικῶν δι’ ἅπερ ἔφυγε μαρτυρομένων καὶ ἐπιθειαζόντων μὴ κατάγειν, ὁ Πείσανδρος παρελθὼν πρὸς πολλὴν ἀντιλογίαν καὶ σχετλιασμὸν ἠρώτα ἕνα ἕκαστον παράγων τῶν ἀντιλεγόντων, εἴ τινα ἐλπίδα ἔχει σωτηρίας τῇ πόλει, Πελοποννησίων ναῦς τε οὐκ ἐλάσσους σφῶν ἐν τῇ θαλάσσῃ ἀντιπρῴρους ἐχόντων καὶ πόλεις ξυμμαχίδας πλείους, βασιλέως τε αὐτοῖς καὶ Τισσαφέρνους χρήματα παρεχόντων, σφίσι τε οὐκέτι ὄντων, εἰ μή τις πείσει βασιλέα μεταστῆναι παρὰ σφᾶς.
然而,在许多人就民主政体提出反对,同时阿尔西比亚德斯的仇敌们大声疾呼如果他违法归来将是件可怕的事,且尤摩尔皮代家族和克律克斯家族也针对导致他流亡的秘仪起誓作证、警告不要召回他的情况下,皮桑德顶着巨大的反对和愤慨走上前去,将反对者们一个个拉出来问道:在伯罗奔尼撒人在海上拥有不亚于己方的船只对峙,并且拥有更多盟邦城市,国王和提萨斐尼又向他们提供资金,而己方已无资金的情况下,除非有人能说服国王倒向己方,否则城邦是否还有任何得救的希望?
§8.53.3ὁπότε δὲ μὴ φαῖεν ἐρωτώμενοι, ἐνταῦθα δὴ σαφῶς ἔλεγεν αὐτοῖς ὅτι ‘τοῦτο τοίνυν οὐκ ἔστιν ἡμῖν γενέσθαι, εἰ μὴ πολιτεύσομεν τε σωφρονέστερον καὶ ἐς ὀλίγους μᾶλλον τὰς ἀρχὰς ποιήσομεν, ἵνα πιστεύῃ ἡμῖν βασιλεύς, καὶ μὴ περὶ πολιτείας τὸ πλέον βουλεύσομεν ἐν τῷ παρόντι ἢ περὶ σωτηρίας (ὕστερον γὰρ ἐξέσται ἡμῖν καὶ μεταθέσθαι, ἢν μή τι ἀρέσκῃ), Ἀλκιβιάδην τε κατάξομεν, ὃς μόνος τῶν νῦν οἷός τε τοῦτο κατεργάσασθαι.
每当被问及的人回答没有时,他便明确地对他们说:“那么,除非我们更稳妥地治理国家,将官职更多地交给少数人,以便国王信任我们,并且在目前不讨论政体而主要讨论拯救(因为以后如果我们有不满意的地方,我们也可以进行更改),以及召回阿尔西比亚德斯——他是目前唯一能够实现这一目标的人,否则,这种得救对我们来说是不可能实现的。

词汇与语法注释

  1. §8.53.1καταγαγοῦσι καὶ μὴ τὸν αὐτὸν τρόπον δημοκρατουμένοις — 与格分词 `καταγαγοῦσι` 和 `δημοκρατουμένοις` 在性、数、格上与无人称动词 `ἐξείη` 的逻辑主语 `αὐτοῖς` 一致。它们作为副词性分词,起到了条件从句(“如果召回……并且不保持……”)的作用。
  2. §8.53.2Πελοποννησίων ναῦς τε οὐκ ἐλάσσους σφῶν ἐν τῇ θαλάσσῃ ἀντιπρῴρους ἐχόντων — 这是一个属格绝对独立分词结构,以 `Πελοποννησίων ... ἐχόντων` 为核心。`σφῶν` 是指代雅典人自身的间接反身代词属格,用作比较级 `οὐκ ἐλάσσους` 的比较对象。随后的 `βασιλέως τε ... παρεχόντων` 和 `σφίσι τε οὐκέτι ὄντων`(其中 `ὄντων` 的主语 `χρημάτων` 被省略)也是并列的属格绝对结构。
  3. §8.53.3εἰ μὴ πολιτεύσομεν ... Ἀλκιβιάδην τε κατάξομεν — 在条件词 `εἰ μὴ`(除非)的支配下,并列了四个将来直说法语气动词(`πολιτεύσομεν`、`ποιήσομεν`、带否定词 `μὴ` 的 `βουλεύσομεν`、以及 `κατάξομεν`)。最后的 `Ἀλκιβιάδην τε κατάξομεν` 也同样受 `εἰ μὴ` 支配,意为“除非我们召回阿尔西比亚德斯”,以此表达这是不可或缺的绝对条件。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.53.1-8.53.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.53.1-8.53.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。