§8.25.1ἐκ δὲ τῶν Ἀθηνῶν τοῦ αὐτοῦ θέρους τελευτῶντος χίλιοι ὁπλῖται Ἀθηναίων καὶ πεντακόσιοι καὶ χίλιοι Ἀργείων (τοὺς γὰρ πεντακοσίους τῶν Ἀργείων ψιλοὺς ὄντας ὥπλισαν οἱ Ἀθηναῖοι) καὶ χίλιοι τῶν ξυμμάχων ναυσὶ δυοῖν δεούσαις πεντήκοντα, ὧν ἦσαν καὶ ὁπλιταγωγοί, Φρυνίχου καὶ Ὀνομακλέους καὶ Σκιρωνίδου στρατηγούντων κατέπλευσαν ἐς Σάμον, καὶ διαβάντες ἐς Μίλητον ἐστρατοπεδεύσαντο.
その同じ夏の終わりに、アテナイから、アテナイ人の重装歩兵千人、アルゴス人の重装歩兵千五百人(アルゴス人のうち五百人の軽装歩兵であった者をアテナイ人が重装させたのである)、および同盟軍の重装歩兵千人が、重装歩兵輸送船を含む四十八隻の船に乗って、フリュニコス、オノマクレス、スキロニデスの指揮の下でサモス島に入港し、そこから海を渡ってミレトスに赴き陣を敷いた。
§8.25.2Μιλήσιοι δὲ ἐξελθόντες αὐτοί τε, ὀκτακόσιοι ὁπλῖται, καὶ οἱ μετὰ Χαλκιδέως ἐλθόντες Πελοποννήσιοι καὶ Τισσαφέρνους τι [ξενικὸν] ἐπικουρικόν, καὶ αὐτὸς Τισσαφέρνης παρὼν καὶ ἡ ἵππος αὐτοῦ, ξυνέβαλον τοῖς Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις.
ミレトス側も、自身で出撃した八百人の重装歩兵、カルキデウスとともに来たペロポネソス人、ティッサフェルネスの外国人の補助兵部隊、そしてティッサフェルネス自身もその騎兵隊を率いて同行し、アテナイ人およびその同盟軍と交戦した。
§8.25.3καὶ οἱ μὲν Ἀργεῖοι τῷ σφετέρῳ αὐτῶν κέρᾳ προεξᾴξαντες καὶ καταφρονήσαντες, ὡς ἐπ᾽ Ἴωνάς τε καὶ οὐ δεξομένους ἀτακτότερον χωροῦντες, νικῶνται ὑπὸ τῶν Μιλησίων καὶ διαφθείρονται αὐτῶν ὀλίγῳ ἐλάσσους τριακοσίων ἀνδρῶν·
そして、アルゴス人たちは自分たちの翼から突出し、相手がイオニア人であって持ちこたえるはずがないと侮って、隊列を乱して進撃したため、ミレトス人に敗北し、そのうち三百人に少し足りない人々が殺害された。
§8.25.4Ἀθηναῖοι δὲ τούς τε Πελοποννησίους πρώτους νικήσαντες καὶ τοὺς βαρβάρους καὶ τὸν ἄλλον ὄχλον ὠσάμενοι, τοῖς Μιλησίοις οὐ ξυμμείξαντες, ἀλλ’ ὑποχωρησάντων αὐτῶν ἀπὸ τῆς τῶν Ἀργείων τροπῆς ἐς τὴν πόλιν ὡς ἑώρων τὸ ἄλλο σφῶν ἡσσώμενον, πρὸς αὐτὴν τὴν πόλιν τῶν Μιλησίων κρατοῦντες ἤδη τὰ ὅπλα τίθενται.
アテナイ人の方は、まずペロポネソス人を破り、次いでバルバロイやその他の雑多な兵を撃退したが、ミレトス人とは直接交戦しなかった。 なぜなら、ミレトス人の方はアルゴス人を敗走させた後、味方の他の部隊が敗北しているのを見て都市へと退却したからである。 アテナイ人は優勢のうちに、まさにミレトスの都市そのものの前に陣を敷いた。
§8.25.5καὶ ξυνέβη ἐν τῇ μάχῃ ταύτῃ τοὺς Ἴωνας ἀμφοτέρωθεν τῶν Δωριῶν κρατῆσαι·
そして、この戦闘においては、両陣営においてイオニア人がドリア人に勝利するという奇妙な巡り合わせとなった。
τούς τε γὰρ κατὰ σφᾶς Πελοποννησίους οἱ Ἀθηναῖοι ἐνίκων καὶ τοὺς Ἀργείους οἱ Μιλήσιοι.
というのも、アテナイ人は自分たちの正面のペロポネソス人を破り、ミレトス人はアルゴス人を破ったからである。
στήσαντες δὲ τροπαῖον τὸν περιτειχισμὸν ἰσθμώδους ὄντος τοῦ χωρίου οἱ Ἀθηναῖοι παρεσκευάζοντο, νομίζοντες, εἰ προσαγάγοιντο Μίλητον, ῥᾳδίως ἂν σφίσι καὶ τἆλλα προσχωρῆσαι.
アテナイ人は戦勝記念碑を建てると、その場所が地峡状になっていることから包囲壁を築く準備を始めた。 もしミレトスを帰順させることができれば、他の地域も容易に自国に従うであろうと考えたからである。