Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.25.1-8.25.5

雅典联军在米利都的胜利与围城准备

第 833 段,共 917 段 · 希腊语

内容简介

雅典与阿尔戈斯的联军经由萨摩斯在米利都登陆,在战斗中击败了米利都军队及其波斯盟军,并着手准备包围该城。

§8.25.1ἐκ δὲ τῶν Ἀθηνῶν τοῦ αὐτοῦ θέρους τελευτῶντος χίλιοι ὁπλῖται Ἀθηναίων καὶ πεντακόσιοι καὶ χίλιοι Ἀργείων (τοὺς γὰρ πεντακοσίους τῶν Ἀργείων ψιλοὺς ὄντας ὥπλισαν οἱ Ἀθηναῖοι) καὶ χίλιοι τῶν ξυμμάχων ναυσὶ δυοῖν δεούσαις πεντήκοντα, ὧν ἦσαν καὶ ὁπλιταγωγοί, Φρυνίχου καὶ Ὀνομακλέους καὶ Σκιρωνίδου στρατηγούντων κατέπλευσαν ἐς Σάμον, καὶ διαβάντες ἐς Μίλητον ἐστρατοπεδεύσαντο.
在同年的夏末,从雅典派来了一千名雅典重装步兵、一千五百名阿尔戈斯人(因为阿尔戈斯人中有五百名原本是轻装步兵,雅典人给他们配备了重装步兵的装备)和一千名盟国重装步兵,乘坐四十八艘船(其中包括重装步兵运输船),在弗里尼科斯、奥诺马克勒斯和斯基罗尼德斯的指挥下抵达萨摩斯,随后渡海前往米利都并在那里安营扎寨。
§8.25.2Μιλήσιοι δὲ ἐξελθόντες αὐτοί τε, ὀκτακόσιοι ὁπλῖται, καὶ οἱ μετὰ Χαλκιδέως ἐλθόντες Πελοποννήσιοι καὶ Τισσαφέρνους τι [ξενικὸν] ἐπικουρικόν, καὶ αὐτὸς Τισσαφέρνης παρὼν καὶ ἡ ἵππος αὐτοῦ, ξυνέβαλον τοῖς Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις.
米利都人自己出击,共有八百名重装步兵,此外还有与卡尔基德乌斯一同到来的伯罗奔尼撒人、蒂萨费尔尼斯的一支外籍辅助部队,以及蒂萨费尔尼斯本人及其骑兵队,他们与雅典人及其盟友交战。
§8.25.3καὶ οἱ μὲν Ἀργεῖοι τῷ σφετέρῳ αὐτῶν κέρᾳ προεξᾴξαντες καὶ καταφρονήσαντες, ὡς ἐπ᾽ Ἴωνάς τε καὶ οὐ δεξομένους ἀτακτότερον χωροῦντες, νικῶνται ὑπὸ τῶν Μιλησίων καὶ διαφθείρονται αὐτῶν ὀλίγῳ ἐλάσσους τριακοσίων ἀνδρῶν·
阿尔戈斯人从他们自己的侧翼突前冲锋,由于轻视敌人,认为对手是无法抵挡攻击的伊奥尼亚人,因而以较为混乱的队列前进,结果被米利都人击败,他们中损失了略少于三百人。
§8.25.4Ἀθηναῖοι δὲ τούς τε Πελοποννησίους πρώτους νικήσαντες καὶ τοὺς βαρβάρους καὶ τὸν ἄλλον ὄχλον ὠσάμενοι, τοῖς Μιλησίοις οὐ ξυμμείξαντες, ἀλλ’ ὑποχωρησάντων αὐτῶν ἀπὸ τῆς τῶν Ἀργείων τροπῆς ἐς τὴν πόλιν ὡς ἑώρων τὸ ἄλλο σφῶν ἡσσώμενον, πρὸς αὐτὴν τὴν πόλιν τῶν Μιλησίων κρατοῦντες ἤδη τὰ ὅπλα τίθενται.
雅典人首先击败了伯罗奔尼撒人,并击退了蛮族和其他杂兵,但并未与米利都人交战;因为米利都人在击溃阿尔戈斯人后,见本方其他部队已经战败,便退入城内。 雅典人此时已占优势,在米利都城下就地列阵。
§8.25.5καὶ ξυνέβη ἐν τῇ μάχῃ ταύτῃ τοὺς Ἴωνας ἀμφοτέρωθεν τῶν Δωριῶν κρατῆσαι· τούς τε γὰρ κατὰ σφᾶς Πελοποννησίους οἱ Ἀθηναῖοι ἐνίκων καὶ τοὺς Ἀργείους οἱ Μιλήσιοι.
在这场战斗中,两边都出现了伊奥尼亚人战胜多利亚人的结果:雅典人击败了他们对面的伯罗奔尼撒人,而米利都人则击败了阿尔戈斯人。
στήσαντες δὲ τροπαῖον τὸν περιτειχισμὸν ἰσθμώδους ὄντος τοῦ χωρίου οἱ Ἀθηναῖοι παρεσκευάζοντο, νομίζοντες, εἰ προσαγάγοιντο Μίλητον, ῥᾳδίως ἂν σφίσι καὶ τἆλλα προσχωρῆσαι.
雅典人立起战胜纪念碑后,由于该地是一个地峡,便着手准备筑围墙合围,他们认为如果能夺取米利都,其他地方也很容易归顺他们。

词汇与语法注释

  1. §8.25.1ναυσὶ δυοῖν δεούσαις πεντήκοντα — 希腊语中特有的减法表示数量的惯用语,意为“四十八艘船”(字面意思为“在五十艘中缺两艘的船”)。分词 δεούσαις(来自 δέω,“缺少”,阴性与格复数)修饰 ναυσί,并支配与格 δυοῖν(“缺二”)。
  2. §8.25.3ὡς ἐπ᾽ Ἴωνάς τε καὶ οὐ δεξομένους — 语气词 ὡς 结合介词短语(ἐπ᾽ Ἴωνας)和分词(οὐ δεξομένους),表示主语(阿尔戈斯人)的主观意图或预设:“认为他们是在对付那些绝不会抵抗的伊奥尼亚人”。否定词 οὐ(而非 μή)与分词连用,用于强调对意愿或能力的直接、客观否定。
  3. §8.25.4ἀλλ’ ὑποχωρησάντων αὐτῶν — 连词 ἀλλά 接在否定分词 οὐ ξυμμείξαντες(“没有交战”)之后,引入一个省略式的解释:“[他们没有交战],而是[战斗结束],因为他们已经退却了”。属格绝对结构 ὑποχωρησάντων αὐτῶν 起到时间和原因的作用,解释了雅典人为何未能直接与米利都人交锋。
  4. §8.25.5εἰ προσαγάγοιντο... ἂν ... προσχωρῆσαι — 这是一个在分词 νομίζοντες(“认为”)支配下的间接引语条件句。条件从句(protasis)使用希求法 εἰ προσαγάγοιντο(第二不定过去时中间语态希求法),而主句(apodosis)则使用带有 ἂν 的不定式(ἂν προσχωρῆσαι),这在直接引语中对应于表示潜在或可能的希求法(ῥᾳδίως ἂν προσχωρήσειε)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.25.1-8.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.25.1-8.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。