§8.23.1Ἀστύοχος δὲ ὁ Λακεδαιμόνιος ναύαρχος τέσσαρσι ναυσίν, ὥσπερ ὥρμητο, πλέων ἐκ τῶν Κεγχρειῶν ἀφικνεῖται ἐς Χίον.
💻ラケダイモン人の提督アストュオコスは、四隻の船で、出発した通りのまま、ケンクレイアイから航行してキオスに到着した。
καὶ τρίτην ἡμέραν αὐτοῦ ἥκοντος αἱ Ἀττικαὶ νῆες πέντε καὶ εἴκοσιν ἔπλεον ἐς Λέσβον, ὧν ἦρχε Λέων καὶ Διομέδων·
そして彼が到着して三日目に、アッティカの二十五隻の船がレスボスへと航行した。 これらの船はレオンとディオメドンが指揮していた。
Λέων γὰρ ὕστερον δέκα ναυσὶ προσεβοήθησεν ἐκ τῶν Ἀθηνῶν.
というのも、レオンが後に十隻の船を率いてアテナイから増援として駆けつけていたからである。
§8.23.2ἀναγαγόμενος δὲ καὶ ὁ Ἀστύοχος τῇ αὐτῇ ἡμέρᾳ ἐς ὀψὲ καὶ προσλαβὼν Χίαν ναῦν μίαν ἔπλει ἐς τὴν Λέσβον, ὅπως ὠφελοίη, εἴ τι δύναιτο.
アストュオコスもまた、同じ日の遅くに出帆し、キオス船一隻を加えてレスボスへと航行した。 もし何かできることがあれば援助するためであった。
καὶ ἀφικνεῖται ἐς τὴν Πύρραν, ἐκεῖθεν δὲ τῇ ὑστεραίᾳ ἐς Ἔρεσον, ἔνθα πυνθάνεται ὅτι ἡ Μυτιλήνη ὑπὸ τῶν Ἀθηναίων αὐτοβοεὶ ἑάλωκεν·
そしてピュラに到着し、そこから翌日にエレソスに至ったが、そこでミュティレネがアテナイ人によって一撃で占領されたことを知った。
§8.23.3οἱ γὰρ Ἀθηναῖοι ὥσπερ ἔπλεον ἀπροσδόκητοι κατασχόντες ἐς τὸν λιμένα τῶν τε Χίων νεῶν ἐκράτησαν καὶ ἀποβάντες τοὺς ἀντιστάντας μάχῃ νικήσαντες τὴν πόλιν ἔσχον.
というのも、アテナイ人たちは航行して不意に港に入港すると、キオスの船を制圧し、上陸して抵抗する者たちを戦闘で破り、その都市を占領したからである。
§8.23.4ἃ πυνθανόμενος ὁ Ἀστύοχος τῶν τε Ἐρεσίων καὶ τῶν ἐκ τῆς Μηθύμνης μετ’ Εὐβούλου Χίων νεῶν, αἳ τότε καταλειφθεῖσαι καὶ ὡς ἡ Μυτιλήνη ἑάλω φεύγουσαι περιέτυχον αὐτῷ τρεῖς (μία γὰρ ἑάλω ὑπὸ τῶν Ἀθηναίων), οὐκέτι ἐπὶ τὴν Μυτιλήνην ὥρμησεν, ἀλλὰ τὴν Ἔρεσον ἀποστήσας καὶ ὁπλίσας, καὶ τοὺς ἀπὸ τῶν ἑαυτοῦ νεῶν ὁπλίτας πεζῇ παραπέμπει ἐπὶ τὴν Ἄντισσαν καὶ Μήθυμναν ἄρχοντα Ἐτεόνικον προστάξας·
アストュオコスは、エレソスの住民たちから、またメテュムナから来てエウブロスとともにあったキオスの船(当時そこに残され、ミュティレネが占領されたときに逃亡して彼に遭遇した三隻の船。 というのも、一隻はアテナイ人に捕らえられていたからである)から、これらの事情を聞き、もはやミュティレネに向かって進むことはしなかった。 むしろ彼はエレソスを離反させて武装させ、自身の船から下ろした重装歩兵たちを、エテオニコスを指揮官に任命してアンティッサおよびメテュムナに陸路で送り出した。
καὶ αὐτὸς ταῖς τε μεθ’ ἑαυτοῦ ναυσὶ καὶ ταῖς τρισὶ ταῖς Χίαις παρέπλει, ἐλπίζων τοὺς Μηθυμναίους θαρσήσειν τε ἰδόντας σφᾶς καὶ ἐμμενεῖν τῇ ἀποστάσει.
そして彼自身は、手元にある船と三隻のキオス船を率いて沿岸を航行した。 メテュムナ人たちが彼らを見て勇気を得、離反を堅持することを期待してのことであった。
§8.23.5ὡς δὲ αὐτῷ τὰ ἐν τῇ Λέσβῳ πάντα ἠναντιοῦτο, ἀπέπλευσε τὸν ἑαυτοῦ στρατὸν πεζὸν ἀναλαβὼν ἐς τὴν Χίον.
しかし、レスボス島での事態がすべて彼に敵対したため、彼は自身の陸上部隊を再び収容してキオスへと撤退した。
ἀπεκομίσθη δὲ πάλιν κατὰ πόλεις καὶ ὁ τῶν ξυμμάχων πεζός, ὃς ἐπὶ τὸν Ἑλλήσποντον ἐμέλλησεν ἰέναι.
また、ヘレスポントスへ向かう予定であった同盟国の陸上部隊も、それぞれの都市へと退却していった。
καὶ ἀπὸ τῶν ἐν Κεγχρειᾷ ξυμμαχίδων Πελοποννησίων νεῶν ἀφικνοῦνται αὐτοῖς ἓξ μετὰ ταῦτα ἐς τὴν Χίον.
そしてその後、ケンクレイアイにあったペロポネソス同盟の同盟船のうち六隻が、彼らのもとへキオスに到着した。
§8.23.6οἱ δὲ Ἀθηναῖοι τά τ’ ἐν τῇ Λέσβῳ πάλιν κατεστήσαντο καὶ πλεύσαντες ἐξ αὐτῆς Κλαζομενίων τὴν ἐν τῇ ἠπείρῳ Πολίχναν τειχιζομένην ἑλόντες διεκόμισαν πάλιν αὐτοὺς ἐς τὴν ἐν τῇ νήσῳ πόλιν, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως·
他方、アテナイ人たちはレスボス島の事態を再び秩序づけ、そこから船出して、大陸側にあるクラゾメナイ領のポリクナ(当時城壁が築かれつつあった場所)を占領し、離反の責任者たちを除いて住民たちを再び島にある都市へと送還した。
οὗτοι δὲ ἐς Δαφνοῦντα ἀπῆλθον.
なお、これらの責任者たちはダフヌスへと去っていった。
καὶ αὖθις Κλαζομεναὶ προσεχώρησαν Ἀθηναίοις.
こうして再び、クラゾメナイはアテナイに帰順した。