Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.23.1-8.23.6

雅典收复莱斯沃斯与阿斯图奥科斯撤退

第 831 段,共 917 段 · 希腊语

内容简介

阿斯图奥科斯前往援助莱斯沃斯,但在得知米蒂利尼落入雅典之手后撤退。雅典人恢复了莱斯沃斯岛的秩序,并使克拉佐梅奈重新归顺。

§8.23.1Ἀστύοχος δὲ ὁ Λακεδαιμόνιος ναύαρχος τέσσαρσι ναυσίν, ὥσπερ ὥρμητο, πλέων ἐκ τῶν Κεγχρειῶν ἀφικνεῖται ἐς Χίον.
拉刻代蒙人的海军统帅阿斯图奥科斯率领四艘船,按照他出发时的计划,从肯克里埃航行抵达基奥斯。
καὶ τρίτην ἡμέραν αὐτοῦ ἥκοντος αἱ Ἀττικαὶ νῆες πέντε καὶ εἴκοσιν ἔπλεον ἐς Λέσβον, ὧν ἦρχε Λέων καὶ Διομέδων· Λέων γὰρ ὕστερον δέκα ναυσὶ προσεβοήθησεν ἐκ τῶν Ἀθηνῶν.
在他到达的第三天,二十五艘阿提卡船只航向莱斯沃斯,由莱翁和迪奥梅冬指挥;因为莱翁后来带着十艘船从雅典赶来增援。
§8.23.2ἀναγαγόμενος δὲ καὶ ὁ Ἀστύοχος τῇ αὐτῇ ἡμέρᾳ ἐς ὀψὲ καὶ προσλαβὼν Χίαν ναῦν μίαν ἔπλει ἐς τὴν Λέσβον, ὅπως ὠφελοίη, εἴ τι δύναιτο.
阿斯图奥科斯也在同一天傍晚出海,并带上一艘基奥斯船,向莱斯沃斯航行,以便在可能的情况下提供援助。
καὶ ἀφικνεῖται ἐς τὴν Πύρραν, ἐκεῖθεν δὲ τῇ ὑστεραίᾳ ἐς Ἔρεσον, ἔνθα πυνθάνεται ὅτι ἡ Μυτιλήνη ὑπὸ τῶν Ἀθηναίων αὐτοβοεὶ ἑάλωκεν·
他抵达皮拉,次日又从那里抵达埃雷索斯,并在那里得知米蒂利尼已被雅典人一举攻占。
§8.23.3οἱ γὰρ Ἀθηναῖοι ὥσπερ ἔπλεον ἀπροσδόκητοι κατασχόντες ἐς τὸν λιμένα τῶν τε Χίων νεῶν ἐκράτησαν καὶ ἀποβάντες τοὺς ἀντιστάντας μάχῃ νικήσαντες τὴν πόλιν ἔσχον.
因为雅典人出其不意地驶入并停靠在港口,制服了基奥斯的船只,并在登陆后击败了抵抗者,占领了这座城市。
§8.23.4ἃ πυνθανόμενος ὁ Ἀστύοχος τῶν τε Ἐρεσίων καὶ τῶν ἐκ τῆς Μηθύμνης μετ’ Εὐβούλου Χίων νεῶν, αἳ τότε καταλειφθεῖσαι καὶ ὡς ἡ Μυτιλήνη ἑάλω φεύγουσαι περιέτυχον αὐτῷ τρεῖς (μία γὰρ ἑάλω ὑπὸ τῶν Ἀθηναίων), οὐκέτι ἐπὶ τὴν Μυτιλήνην ὥρμησεν, ἀλλὰ τὴν Ἔρεσον ἀποστήσας καὶ ὁπλίσας, καὶ τοὺς ἀπὸ τῶν ἑαυτοῦ νεῶν ὁπλίτας πεζῇ παραπέμπει ἐπὶ τὴν Ἄντισσαν καὶ Μήθυμναν ἄρχοντα Ἐτεόνικον προστάξας·
阿斯图奥科斯从埃雷索斯人那里,以及从伴随欧布洛斯来自梅叙姆纳的基奥斯船只那里获悉了这些情况——这些船当时被留在那地,并在米蒂利尼被占领时逃跑,途中与他相遇,共三艘,因为其中一艘已被雅典人俘获——于是他不再向米蒂利尼进发,而是促使埃雷索斯叛离并武装起来,并将自己船上的重装步兵派往安蒂萨和梅叙姆纳,任命埃特奥尼科斯为指挥官。
καὶ αὐτὸς ταῖς τε μεθ’ ἑαυτοῦ ναυσὶ καὶ ταῖς τρισὶ ταῖς Χίαις παρέπλει, ἐλπίζων τοὺς Μηθυμναίους θαρσήσειν τε ἰδόντας σφᾶς καὶ ἐμμενεῖν τῇ ἀποστάσει.
而他本人则率领自己原有的船只以及那三艘基奥斯船沿海航行,希望梅叙姆纳人在看到他们时能鼓起勇气,坚持叛离。
§8.23.5ὡς δὲ αὐτῷ τὰ ἐν τῇ Λέσβῳ πάντα ἠναντιοῦτο, ἀπέπλευσε τὸν ἑαυτοῦ στρατὸν πεζὸν ἀναλαβὼν ἐς τὴν Χίον.
然而,当他在莱斯沃斯的一切进展都遭遇挫折时,他便接回自己的陆军,撤回了基奥斯。
ἀπεκομίσθη δὲ πάλιν κατὰ πόλεις καὶ ὁ τῶν ξυμμάχων πεζός, ὃς ἐπὶ τὸν Ἑλλήσποντον ἐμέλλησεν ἰέναι.
原本打算前往赫勒斯滂的盟军陆军也各自撤回了本城邦。
καὶ ἀπὸ τῶν ἐν Κεγχρειᾷ ξυμμαχίδων Πελοποννησίων νεῶν ἀφικνοῦνται αὐτοῖς ἓξ μετὰ ταῦτα ἐς τὴν Χίον.
此后,原在肯克里埃的波罗奔尼撒同盟的六艘船只抵达基奥斯与他们会合。
§8.23.6οἱ δὲ Ἀθηναῖοι τά τ’ ἐν τῇ Λέσβῳ πάλιν κατεστήσαντο καὶ πλεύσαντες ἐξ αὐτῆς Κλαζομενίων τὴν ἐν τῇ ἠπείρῳ Πολίχναν τειχιζομένην ἑλόντες διεκόμισαν πάλιν αὐτοὺς ἐς τὴν ἐν τῇ νήσῳ πόλιν, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως· οὗτοι δὲ ἐς Δαφνοῦντα ἀπῆλθον.
另一方面,雅典人重新确立了莱斯沃斯岛的秩序,并从该岛启航,攻占了克拉佐梅奈人在大陆上正在修筑城墙的波利克纳,将居民重新迁回岛上的城市,但叛离的主谋除外,这些人撤到了达弗努斯。
καὶ αὖθις Κλαζομεναὶ προσεχώρησαν Ἀθηναίοις.
克拉佐梅奈由此再次归顺了雅典。

词汇与语法注释

  1. 8.23.1τρίτην ἡμέραν αὐτοῦ ἥκοντος — `αὐτοῦ ἥκοντος` 是属格绝对结构,表示“在他到达之后”。`τρίτην ἡμέραν` 是表示时间的宾格(副词性宾格),用于指明具体的时间点,即“在他到达的第三天”。
  2. 8.23.2ὅπως ὠφελοίη, εἴ τι δύναιτο — 伴随主句的过去时态(未完成过去时 `ἔπλει`),目的从句(`ὅπως ὠφελοίη`)和条件从句(`εἴ τι δύναιτο`)均使用了祈愿语气。该条件从句在表达“如果可能的话”这一条件的同时,也暗含了与目的从句相关的尝试或期待。
  3. 8.23.4ἃ πυνθανόμενος ὁ Ἀστύοχος τῶν τε Ἐρεσίων καὶ τῶν... νεῶν — 动词 `πυνθάνομαι`(听说、获悉)以宾格(此处为无先行词的关系代词宾格 `ἃ`)表示获悉的内容,以属格(`τῶν τε Ἐρεσίων... καὶ τῶν... νεῶν`)表示信息的来源。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.23.1-8.23.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.23.1-8.23.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。