§8.17.1Χαλκιδεὺς δὲ καὶ Ἀλκιβιάδης ὡς κατεδίωξαν ἐς Σάμον Στρομβιχίδην, ἐκ μὲν τῶν ἐκ Πελοποννήσου νεῶν τοὺς ναύτας ὁπλίσαντες ἐν Χίῳ καταλιμπάνουσιν, ἀντιπληρώσαντες δὲ ταύτας τε ἐκ Χίου καὶ ἄλλας εἴκοσιν ἔπλεον ἐς Μίλητον ὡς ἀποστήσοντες·
ハルキデウスとアルキビアデスは、ストロンビキデスをサモスまで追跡すると、ペロポネソスからの船の乗組員を武装させてキオスに留め置き、これらの船にはキオスから乗組員を補充し、さらに他の二十隻を加えて、ミレトスを離反させるために同地へと航行した。
§8.17.2ἐβούλετο γὰρ ὁ Ἀλκιβιάδης, ὢν ἐπιτήδειος τοῖς προεστῶσι τῶν Μιλησίων, φθάσαι τάς τε ἀπὸ τῆς Πελοποννήσου ναῦς προσαγαγόμενος αὐτοὺς καὶ τοῖς Χίοις καὶ ἑαυτῷ καὶ Χαλκιδεῖ καὶ τῷ ἀποστείλαντι Ἐνδίῳ, ὥσπερ ὑπέσχετο, τὸ ἀγώνισμα προσθεῖναι, ὅτι πλείστας τῶν πόλεων μετὰ τῆς Χίων δυνάμεως καὶ Χαλκιδέως ἀποστήσας.
というのも、アルキビアデスはミレトス人の指導者たちと親交があったため、ペロポネソスからの船が到着する前に先手を打ち、彼らを味方に引き入れ、キオス人、彼自身、ハルキデウス、そして彼を派遣したエンディオスに手柄を帰したいと望んでいたからである。 その手柄とは、彼が約束した通り、キオスの軍勢とハルキデウスとともにできる限り多くの都市を離反させた、というものであった。
§8.17.3λαθόντες οὖν τὸ πλεῖστον τοῦ πλοῦ καὶ φθάσαντες οὐ πολὺ τόν τε Στρομβιχίδην καὶ τὸν Θρασυκλέα, ὃς ἔτυχεν ἐκ τῶν Ἀθηνῶν δώδεκα ναυσὶν ἄρτι παρὼν καὶ ξυνδιώκων, ἀφιστᾶσι τὴν Μίλητον.
そこで彼らは、航行の大部分で気づかれることなく、またアテナイから十二隻の船を率いて到着したばかりで共同で追跡にあたっていたトラシュクレスとストロンビキデスをわずかの差で先越し、ミレトスを離反させた。
καὶ οἱ Ἀθηναῖοι κατὰ πόδας μιᾶς δεούσαις εἴκοσι ναυσὶν ἐπιπλεύσαντες, ὡς αὐτοὺς οὐκ ἐδέχοντο οἱ Μιλήσιοι, ἐν Λάδῃ τῇ ἐπικειμένῃ νήσῳ ἐφώρμουν.
アテナイ人も、すぐ後に十九隻の船で航行してきたが、ミレトス人が彼らを受け入れなかったので、前面に浮かぶラデ島に停泊した。
§8.17.4καὶ ἡ πρὸς βασιλέα ξυμμαχία Λακεδαιμονίοις ἡ πρώτη Μιλησίων εὐθὺς ἀποστάντων διὰ Τισσαφέρνους καὶ Χαλκιδέως ἐγένετο ἥδε.
そして、ミレトス人が離反した直後に、ティッサフェルネスとハルキデウスを通じてラケダイモン人と王との間で結ばれた最初の同盟は、以下の通りであった。