§8.16.1ἐν δὲ τούτῳ Στρομβιχίδης ταῖς ὀκτὼ ναυσὶν ἀφικνεῖται ἐς Σάμον, καὶ προσλαβὼν Σαμίαν μίαν ἔπλευσεν ἐς Τέων καὶ ἡσυχάζειν ἠξίου αὐτούς.
その間にストロンビキデスは八隻の船とともにサモスに到着し、さらにサモス船一隻を加えてテオスへと航行し、彼らに平穏を保つよう求めた。
ἐκ δὲ τῆς Χίου ἐς τὴν Τέων καὶ ὁ Χαλκιδεὺς μετὰ τριῶν καὶ εἴκοσι νεῶν ἐπέπλει καὶ ὁ πεζὸς ἅμα ὁ τῶν Κλαζομενίων καὶ Ἐρυθραίων παρῄει.
しかし、キオスからはハルキデウスもまた二十三隻の船を率いてテオスへと航行中であり、同時にクラゾメナイ人とエリュトライ人の陸上部隊も進軍してきていた。
§8.16.2προαισθόμενος δὲ ὁ Στρομβιχίδης ἐξανήγετο καὶ μετεωρισθεὶς ἐν τῷ πελάγει ὡς ἑώρα τὰς ναῦς πολλὰς τὰς ἀπὸ τῆς Χίου, φυγὴν ἐποιεῖτο ἐπὶ τῆς Σάμου·
ストロンビキデスはこれを事前に察知して出帆し、沖合に出て、キオスからの敵船が多数あるのを目にすると、サモスへと逃走した。
αἱ δὲ ἐδίωκον.
そして敵船はこれを追跡した。
§8.16.3τὸν δὲ πεζὸν οἱ Τήιοι τὸ πρῶτον οὐκ ἐσδεχόμενοι, ὡς ἔφυγον οἱ Ἀθηναῖοι, ἐσηγάγοντο.
テオス人は、最初は陸上部隊を迎え入れなかったが、アテナイ人が逃走すると、彼らを中に入れた。
καὶ ἐπέσχον μὲν οἱ πεζοὶ καὶ Χαλκιδέα ἐκ τῆς διώξεως περιμένοντες·
陸上部隊は、追跡から戻るハルキデウスを待ちながら、しばらくとどまっていた。
ὡς δὲ ἐχρόνιζε, καθῄρουν αὐτοί τε τὸ τεῖχος ὃ ἀνῳκοδόμησαν οἱ Ἀθηναῖοι τῆς Τηίων πόλεως τὸ πρὸς ἤπειρον, ξυγκαθῄρουν δὲ αὐτοῖς καὶ τῶν βαρβάρων ἐπελθόντες οὐ πολλοί, ὧν ἦρχε Στάγης ὕπαρχος Τισσαφέρνους.
しかし彼が遅くなると、テオス人自身で、アテナイ人がテオスの街に築いていた陸地側の城壁を取り壊し始めた。 また、ティッサフェルネスの部下である副守スタゲスが指揮するバルバロイも、やって来た少数の者が彼らと共同でこれを取り壊した。