Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.17.1-8.17.4

米利都的叛离与斯巴达波斯第一份条约

第 825 段,共 917 段 · 希腊语

内容简介

哈尔基德乌斯和阿尔基比阿德斯成功抢在雅典舰队拦截前促成米利都叛离,随后斯巴达与波斯国王之间达成了第一份盟约。

§8.17.1Χαλκιδεὺς δὲ καὶ Ἀλκιβιάδης ὡς κατεδίωξαν ἐς Σάμον Στρομβιχίδην, ἐκ μὲν τῶν ἐκ Πελοποννήσου νεῶν τοὺς ναύτας ὁπλίσαντες ἐν Χίῳ καταλιμπάνουσιν, ἀντιπληρώσαντες δὲ ταύτας τε ἐκ Χίου καὶ ἄλλας εἴκοσιν ἔπλεον ἐς Μίλητον ὡς ἀποστήσοντες·
哈尔基德乌斯和阿尔基比阿德斯在将斯特隆比希德斯追击至萨摩斯后,将来自伯罗奔尼撒船只的水兵武装起来并留在希奥斯,随后用来自希奥斯的人员重新满编这些船只,并另加二十艘船,向米利都航行,以促使其叛离。
§8.17.2ἐβούλετο γὰρ ὁ Ἀλκιβιάδης, ὢν ἐπιτήδειος τοῖς προεστῶσι τῶν Μιλησίων, φθάσαι τάς τε ἀπὸ τῆς Πελοποννήσου ναῦς προσαγαγόμενος αὐτοὺς καὶ τοῖς Χίοις καὶ ἑαυτῷ καὶ Χαλκιδεῖ καὶ τῷ ἀποστείλαντι Ἐνδίῳ, ὥσπερ ὑπέσχετο, τὸ ἀγώνισμα προσθεῖναι, ὅτι πλείστας τῶν πόλεων μετὰ τῆς Χίων δυνάμεως καὶ Χαλκιδέως ἀποστήσας.
因为阿尔基比阿德斯与米利都人的领袖们关系亲密,他希望在伯罗奔尼撒的船只到来之前抢占先机,将他们拉拢过来,从而正如他所承诺的那样,通过与希奥斯的军力和哈尔基德乌斯一同促成尽可能多的城市叛离,将这一功绩归于希奥斯人、他自己、哈尔基德乌斯以及派遣他的恩迪乌斯。
§8.17.3λαθόντες οὖν τὸ πλεῖστον τοῦ πλοῦ καὶ φθάσαντες οὐ πολὺ τόν τε Στρομβιχίδην καὶ τὸν Θρασυκλέα, ὃς ἔτυχεν ἐκ τῶν Ἀθηνῶν δώδεκα ναυσὶν ἄρτι παρὼν καὶ ξυνδιώκων, ἀφιστᾶσι τὴν Μίλητον.
因此,他们在航行的绝大部分时间里未被察觉,并且仅以微弱优势领先了斯特隆比希德斯和特拉叙克勒斯(后者刚好带着十二艘船刚从雅典赶来并参与追击),促成了米利都的叛离。
καὶ οἱ Ἀθηναῖοι κατὰ πόδας μιᾶς δεούσαις εἴκοσι ναυσὶν ἐπιπλεύσαντες, ὡς αὐτοὺς οὐκ ἐδέχοντο οἱ Μιλήσιοι, ἐν Λάδῃ τῇ ἐπικειμένῃ νήσῳ ἐφώρμουν.
雅典人紧随其后率领十九艘船航行而来,由于米利都人不肯接纳他们,便在对面的拉德岛停泊。
§8.17.4καὶ ἡ πρὸς βασιλέα ξυμμαχία Λακεδαιμονίοις ἡ πρώτη Μιλησίων εὐθὺς ἀποστάντων διὰ Τισσαφέρνους καὶ Χαλκιδέως ἐγένετο ἥδε.
在米利都人叛离后,通过蒂萨费尔尼斯和哈尔基德乌斯,拉刻代蒙人与国王之间达成的第一份盟约随即如下。

词汇与语法注释

  1. §8.17.2φθάσαι τάς τε ἀπὸ τῆς Πελοποννήσου ναῦς προσαγαγόμενος αὐτοὺς καὶ τοῖς Χίοις καὶ ἑαυτῷ καὶ Χαλκιδεῖ καὶ τῷ ἀποστείλαντι Ἐνδίῳ, ὥσπερ ὑπέσχετο, τὸ ἀγώνισμα προσθεῖναι — 不定式 φθάσαι(领先、抢先)和 προσθεῖναι(归功于)均充当主句动词 ἐβούλετο(希望)的宾语。φθάσαι 支配宾格 τάς τε ἀπὸ τῆς Πελοποννήσου ναῦς,表示“在伯罗奔尼撒船只到达之前抢先一步”。随后接分词 προσαγαγόμενος(拉拢他们),进而引出第二个不定式 προσθεῖναι,它支配与格间接宾语(τοῖς Χίοις...)和直接宾语 τὸ ἀγώνισμα。
  2. §8.17.3λαθόντες οὖν τὸ πλεῖστον τοῦ πλοῦ — λαθόντες 是 λανθάνω(未被察觉)的不定过去时主格分词,此处不带其他分词而独立使用。宾格短语 τὸ πλεῖστον τοῦ πλοῦ 用作表示时间或范围的副词性宾格(“在航行的大部分时间里”)。
  3. §8.17.3μιᾶς δεούσαις εἴκοσι ναυσὶν — 表示“以十九艘船”(字面意为“缺一艘的二十艘船”)的希腊语特有表达。数词 20(εἴκοσι)减去 1(μιᾶς,阴性单数属格),后者由现在分词与格阴性复数 δεούσαις(与 ναυσὶν 一致,意为“缺少”)所支配。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.17.1-8.17.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.17.1-8.17.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。