Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.16.1-8.16.3

斯特隆比希德斯撤退与特奥斯叛离

第 824 段,共 917 段 · 希腊语

内容简介

雅典将军斯特隆比希德斯航行至特奥斯,但因伯罗奔尼撒舰队及陆军逼近而撤回萨摩斯。特奥斯人随后接纳了伯罗奔尼撒陆军及蒂萨费尔尼斯的部属斯塔格斯,并一同拆毁了雅典人建造的城墙。

§8.16.1ἐν δὲ τούτῳ Στρομβιχίδης ταῖς ὀκτὼ ναυσὶν ἀφικνεῖται ἐς Σάμον, καὶ προσλαβὼν Σαμίαν μίαν ἔπλευσεν ἐς Τέων καὶ ἡσυχάζειν ἠξίου αὐτούς.
在此期间,斯特隆比希德斯率领八艘船抵达萨摩斯,并在额外加入一艘萨摩斯船后航行至特奥斯,要求他们保持中立。
ἐκ δὲ τῆς Χίου ἐς τὴν Τέων καὶ ὁ Χαλκιδεὺς μετὰ τριῶν καὶ εἴκοσι νεῶν ἐπέπλει καὶ ὁ πεζὸς ἅμα ὁ τῶν Κλαζομενίων καὶ Ἐρυθραίων παρῄει.
然而,哈尔基德乌斯也率领二十三艘船只从希奥斯向特奥斯航行,与此同时,克拉佐门尼人和埃里特赖人的陆军部队也从陆路逼近。
§8.16.2προαισθόμενος δὲ ὁ Στρομβιχίδης ἐξανήγετο καὶ μετεωρισθεὶς ἐν τῷ πελάγει ὡς ἑώρα τὰς ναῦς πολλὰς τὰς ἀπὸ τῆς Χίου, φυγὴν ἐποιεῖτο ἐπὶ τῆς Σάμου· αἱ δὲ ἐδίωκον.
斯特隆比希德斯预先察觉了这一情况并出海;当他到达公海,看到来自希奥斯的船只数量众多时,他便向萨摩斯方向逃跑,而敌船则在后面追击。
§8.16.3τὸν δὲ πεζὸν οἱ Τήιοι τὸ πρῶτον οὐκ ἐσδεχόμενοι, ὡς ἔφυγον οἱ Ἀθηναῖοι, ἐσηγάγοντο.
特奥斯人起初不准陆军部队进入,但当雅典人逃跑后,他们便把陆军放了进来。
καὶ ἐπέσχον μὲν οἱ πεζοὶ καὶ Χαλκιδέα ἐκ τῆς διώξεως περιμένοντες· ὡς δὲ ἐχρόνιζε, καθῄρουν αὐτοί τε τὸ τεῖχος ὃ ἀνῳκοδόμησαν οἱ Ἀθηναῖοι τῆς Τηίων πόλεως τὸ πρὸς ἤπειρον, ξυγκαθῄρουν δὲ αὐτοῖς καὶ τῶν βαρβάρων ἐπελθόντες οὐ πολλοί, ὧν ἦρχε Στάγης ὕπαρχος Τισσαφέρνους.
陆军部队暂时停留,等待哈尔基德乌斯追击归来;但由于他迟迟未归,他们自己便开始拆除雅典人此前为特奥斯城修筑的面朝大陆方向的城壁,而赶来的少数蛮族也协助他们一同拆除,这些蛮族是由蒂萨费尔尼斯的副守斯塔格斯所统帅的。

词汇与语法注释

  1. §8.16.1αὐτούς — 代词 `αὐτούς` 指代特奥斯的居民,这是从前文介词短语 `ἐς Τέων`(到特奥斯)中的地名 `Τέως` 推导出来的。这是一种依意指代(ad sensum)的用法,即用单数阴性地名来指代其复数阳性的居民群体。
  2. §8.16.2τὰς ναῦς πολλάς — 形容词 `πολλάς` 处于表语位置(在冠词 `τάς` 之外),意思是“看到那些船只数量众多”,而不是单纯的“看到了许多船只”(后者需要定语位置)。
  3. §8.16.3τὸν δὲ πεζὸν οἱ Τήιοι τὸ πρῶτον οὐκ ἐσδεχόμενοι — 宾语 `τὸν πεζόν`(陆军部队)被置于句首以示强调,位于主语 `οἱ Τήιοι` 之前。分词句 `οὐκ ἐσδεχόμενοι` 在此具有时间(“起初不予接纳时”)或让步(“虽然起初不愿接纳”)的含义,直至雅典人逃跑(`ὡς ἔφυγον`)后,才过渡到主动词 `ἐσηγάγοντο`(接纳了)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.16.1-8.16.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.16.1-8.16.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。