§7.83.1οἱ δὲ Συρακόσιοι τῇ ὑστεραίᾳ καταλαβόντες αὐτὸν ἔλεγον ὅτι οἱ μετὰ Δημοσθένους παραδεδώκοιεν σφᾶς αὐτούς, κελεύοντες κἀκεῖνον τὸ αὐτὸ δρᾶν·
翌日、シラクサ人らはニキアスに追いつくと、デモステネス率いる者たちが降伏したと告げ、彼にも同じことをするよう求めた。
ὁ δ’ ἀπιστῶν σπένδεται ἱππέα πέμψαι σκεψόμενον.
しかしニキアスはそれを信じず、事実を確かめるために騎兵を派遣する目的で休戦の合意を結んだ。
§7.83.2ὡς δ’ οἰχόμενος ἀπήγγειλε πάλιν παραδεδωκότας, ἐπικηρυκεύεται Γυλίππῳ καὶ Συρακοσίοις εἶναι ἑτοῖμος ὑπὲρ Ἀθηναίων ξυμβῆναι, ὅσα ἀνήλωσαν χρήματα Συρακόσιοι ἐς τὸν πόλεμον, ταῦτα ἀποδοῦναι, ὥστε τὴν μετ’ αὐτοῦ στρατιὰν ἀφεῖναι αὐτούς·
派遣された者が行って戻り、彼らが降伏したことを報告すると、彼はギュリッポスとシラクサ人に対し、アテナイ人のために次のような条件で合意する用意がある旨を使者を通じて申し入れた。 それは、シラクサ人がこの戦争に費やした全費用を払い戻すこと、そしてそれと引き換えに彼らが自分とともにある軍を解放してくれる(立ち去らせてくれる)ことであった。
μέχρι οὗ δ’ ἂν τὰ χρήματα ἀποδοθῇ, ἄνδρας δώσειν Ἀθηναίων ὁμήρους, ἕνα κατὰ τάλαντον.
また、その費用が完済されるまでの間、アテナイ人の中から1タラントンにつき1人の割合で人質を出すこととした。
§7.83.3οἱ δὲ Συρακόσιοι καὶ Γύλιππος οὐ προσεδέχοντο τοὺς λόγους, ἀλλὰ προσπεσόντες καὶ περιστάντες πανταχόθεν ἔβαλλον καὶ τούτους μέχρι ὀψέ.
しかしシラクサ人らとギュリッポスはその提案を受け入れず、襲いかかって四方から包囲し、彼らに対しても夕方遅くまで攻撃を続けた。
§7.83.4εἶχον δὲ καὶ οὗτοι πονηρῶς σίτου τε καὶ τῶν ἐπιτηδείων ἀπορίᾳ.
この者たちもまた、食糧や必需品の不足によって悲惨な状態にあった。
ὅμως δὲ τῆς νυκτὸς φυλάξαντες τὸ ἡσυχάζον ἔμελλον πορεύσεσθαι.
それにもかかわらず、夜になって敵が寝静まる隙をうかがって進軍しようとした。
καὶ ἀναλαμβάνουσί τε τὰ ὅπλα καὶ οἱ Συρακόσιοι αἰσθάνονται καὶ ἐπαιάνισαν.
そして彼らが武器を手に取るやいなや、シラクサ人らがそれに気づき、突撃の歌を歌い上げた。
§7.83.5γνόντες δὲ οἱ Ἀθηναῖοι ὅτι οὐ λανθάνουσι, κατέθεντο πάλιν πλὴν τριακοσίων μάλιστα ἀνδρῶν·
アテナイ人は自分たちの動きが察知されたことを知ると、およそ三百人の者たちを除いて、再び武器を置いた。
οὗτοι δὲ διὰ τῶν φυλάκων βιασάμενοι ἐχώρουν τῆς νυκτὸς ᾗ ἐδύναντο.
しかし、その三百人ほどは番兵たちの包囲を力ずくで突破し、夜のうちに行ける方向へと進んでいった。