§7.83.1οἱ δὲ Συρακόσιοι τῇ ὑστεραίᾳ καταλαβόντες αὐτὸν ἔλεγον ὅτι οἱ μετὰ Δημοσθένους παραδεδώκοιεν σφᾶς αὐτούς, κελεύοντες κἀκεῖνον τὸ αὐτὸ δρᾶν·
On the next day, the Syracusans overtook Nicias and told him that those with Demosthenes had surrendered, ordering him to do the same.
ὁ δ’ ἀπιστῶν σπένδεται ἱππέα πέμψαι σκεψόμενον.
But he, disbelieving it, made a treaty to send a horseman to see.
§7.83.2ὡς δ’ οἰχόμενος ἀπήγγειλε πάλιν παραδεδωκότας, ἐπικηρυκεύεται Γυλίππῳ καὶ Συρακοσίοις εἶναι ἑτοῖμος ὑπὲρ Ἀθηναίων ξυμβῆναι, ὅσα ἀνήλωσαν χρήματα Συρακόσιοι ἐς τὸν πόλεμον, ταῦτα ἀποδοῦναι, ὥστε τὴν μετ’ αὐτοῦ στρατιὰν ἀφεῖναι αὐτούς· μέχρι οὗ δ’ ἂν τὰ χρήματα ἀποδοθῇ, ἄνδρας δώσειν Ἀθηναίων ὁμήρους, ἕνα κατὰ τάλαντον.
And when the messenger, having gone, returned and reported that they had indeed surrendered, Nicias sent a herald to Gylippus and the Syracusans, stating that he was ready to make terms on behalf of the Athenians, to repay all the expenses that the Syracusans had incurred for the war, on condition that they should let the army with him go; and that until the money should be repaid, he would give Athenian hostages, one man for every talent.
§7.83.3οἱ δὲ Συρακόσιοι καὶ Γύλιππος οὐ προσεδέχοντο τοὺς λόγους, ἀλλὰ προσπεσόντες καὶ περιστάντες πανταχόθεν ἔβαλλον καὶ τούτους μέχρι ὀψέ.
But Gylippus and the Syracusans did not accept these terms; instead, falling upon them and surrounding them on all sides, they pelted them also until late in the evening.
§7.83.4εἶχον δὲ καὶ οὗτοι πονηρῶς σίτου τε καὶ τῶν ἐπιτηδείων ἀπορίᾳ.
These men too were in a wretched state from the lack of food and other necessaries.
ὅμως δὲ τῆς νυκτὸς φυλάξαντες τὸ ἡσυχάζον ἔμελλον πορεύσεσθαι.
Nevertheless, watching for the quiet of the night, they were about to march.
καὶ ἀναλαμβάνουσί τε τὰ ὅπλα καὶ οἱ Συρακόσιοι αἰσθάνονται καὶ ἐπαιάνισαν.
And no sooner did they take up their arms than the Syracusans perceived it and raised the paean.
§7.83.5γνόντες δὲ οἱ Ἀθηναῖοι ὅτι οὐ λανθάνουσι, κατέθεντο πάλιν πλὴν τριακοσίων μάλιστα ἀνδρῶν· οὗτοι δὲ διὰ τῶν φυλάκων βιασάμενοι ἐχώρουν τῆς νυκτὸς ᾗ ἐδύναντο.
The Athenians, finding that they were not unobserved, laid down their arms again, except for about three hundred men; but these forced their way through the guards and went on during the night as best they could.