§7.82.1ἐπειδὴ δ’ οὖν δι’ ἡμέρας βάλλοντες πανταχόθεν τοὺς Ἀθηναίους καὶ ξυμμάχους ἑώρων ἤδη τεταλαιπωρημένους τοῖς τε τραύμασι καὶ τῇ ἄλλῃ κακώσει, κήρυγμα ποιοῦνται Γύλιππος καὶ Συρακόσιοι καὶ οἱ ξύμμαχοι πρῶτον μὲν τῶν νησιωτῶν εἴ τις βούλεται ἐπ’ ἐλευθερίᾳ ὡς σφᾶς ἀπιέναι·
さて、一日中あらゆる方向からアテナイ人と同盟軍を攻撃し続けた結果、彼らがすでに負傷やその他の困窮によって疲れ果てているのを見ると、ギュリッポスとシラクサ人および同盟軍は布告を出した。 まず第一に、島嶼民のうち、自由を条件として自分たちの側へ投降することを望む者がいればそうしてよい、というものであった。
καὶ ἀπεχώρησάν τινες πόλεις οὐ πολλαί.
そして、多くはないがいくつかの都市が離脱した。
§7.82.2ἔπειτα δ’ ὕστερον καὶ πρὸς τοὺς ἄλλους ἅπαντας τοὺς μετὰ Δημοσθένους ὁμολογία γίγνεται ὥστε ὅπλα τε παραδοῦναι καὶ μὴ ἀποθανεῖν μηδένα μήτε βιαίως μήτε δεσμοῖς μήτε τῆς ἀναγκαιοτάτης ἐνδείᾳ διαίτης.
その後、デモステネス率いる残りのすべての者たちとの間でも合意が成立した。 それは、武器を引き渡すこと、および誰も暴力を受けても、拘束されても、あるいは生存に最低限必要な生活物資の不足によっても殺されないという条件であった。
§7.82.3καὶ παρέδοσαν οἱ πάντες σφᾶς αὐτοὺς ἑξακισχίλιοι, καὶ τὸ ἀργύριον ὃ εἶχον ἅπαν κατέθεσαν ἐσβαλόντες ἐς ἀσπίδας ὑπτίας, καὶ ἐνέπλησαν ἀσπίδας τέσσαρας.
そして総勢六千人が降伏し、所持していたすべての銀貨を、裏返した盾の中に投げ入れて差し出した。 それらは四つの盾をいっぱいにした。
καὶ τούτους μὲν εὐθὺς ἀπεκόμιζον ἐς τὴν πόλιν·
シラクサ人らはこれらの人々をただちに市へと連行した。
Νικίας δὲ καὶ οἱ μετ’ αὐτοῦ ταύτῃ τῇ ἡμέρᾳ ἀφικνοῦνται ἐπὶ τὸν ποταμὸν τὸν Ἐρινεόν, καὶ διαβὰς πρὸς μετέωρόν τι καθῖσε τὴν στρατιάν.
一方、ニキアスと彼に率いられた者たちは、この日のうちにエリネオス川に到達し、ニキアスは川を渡って、ある高地に軍を駐留させた。