Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.83.1-7.83.5

尼西阿斯议和遭拒与夜间突围受挫

第 804 段,共 917 段 · 希腊语

内容简介

尼西阿斯得知德摩斯梯尼军队投降后,提议以赔偿军费和提供人质为条件释放己方军队,但遭到拒绝,随后他们企图乘夜突围,却被敌人发现。

§7.83.1οἱ δὲ Συρακόσιοι τῇ ὑστεραίᾳ καταλαβόντες αὐτὸν ἔλεγον ὅτι οἱ μετὰ Δημοσθένους παραδεδώκοιεν σφᾶς αὐτούς, κελεύοντες κἀκεῖνον τὸ αὐτὸ δρᾶν·
次日,叙拉古人赶上尼西阿斯,告诉他德摩斯梯尼麾下的人已经投降,并命令他也照着做。
ὁ δ’ ἀπιστῶν σπένδεται ἱππέα πέμψαι σκεψόμενον.
但他不相信,于是通过达成协议,派遣一名骑兵前去核实。
§7.83.2ὡς δ’ οἰχόμενος ἀπήγγειλε πάλιν παραδεδωκότας, ἐπικηρυκεύεται Γυλίππῳ καὶ Συρακοσίοις εἶναι ἑτοῖμος ὑπὲρ Ἀθηναίων ξυμβῆναι, ὅσα ἀνήλωσαν χρήματα Συρακόσιοι ἐς τὸν πόλεμον, ταῦτα ἀποδοῦναι, ὥστε τὴν μετ’ αὐτοῦ στρατιὰν ἀφεῖναι αὐτούς· μέχρι οὗ δ’ ἂν τὰ χρήματα ἀποδοθῇ, ἄνδρας δώσειν Ἀθηναίων ὁμήρους, ἕνα κατὰ τάλαντον.
当派去的人回来并报告他们确实已经投降时,尼西阿斯便向吉利普斯和叙拉古人提出交涉,表示愿意代表雅典人达成协议:偿还叙拉古人为这场战争所花费的全部军费,以此作为他们放走他所率领的军队的条件;在资金偿清之前,他将提供雅典人作为人质,每人折合一塔兰同。
§7.83.3οἱ δὲ Συρακόσιοι καὶ Γύλιππος οὐ προσεδέχοντο τοὺς λόγους, ἀλλὰ προσπεσόντες καὶ περιστάντες πανταχόθεν ἔβαλλον καὶ τούτους μέχρι ὀψέ.
但吉利普斯和叙拉古人并不接受这些条件,反而发起进攻,从四面八方包围他们,并对这些人投掷武器,一直持续到傍晚。
§7.83.4εἶχον δὲ καὶ οὗτοι πονηρῶς σίτου τε καὶ τῶν ἐπιτηδείων ἀπορίᾳ.
这些人也因缺乏粮食和必需品而处于极度困顿之中。
ὅμως δὲ τῆς νυκτὸς φυλάξαντες τὸ ἡσυχάζον ἔμελλον πορεύσεσθαι.
尽管如此,他们仍企图乘着夜深人静时开始进军。
καὶ ἀναλαμβάνουσί τε τὰ ὅπλα καὶ οἱ Συρακόσιοι αἰσθάνονται καὶ ἐπαιάνισαν.
然而,他们刚拿起武器,叙拉古人便发觉了,并唱起了战歌。
§7.83.5γνόντες δὲ οἱ Ἀθηναῖοι ὅτι οὐ λανθάνουσι, κατέθεντο πάλιν πλὴν τριακοσίων μάλιστα ἀνδρῶν· οὗτοι δὲ διὰ τῶν φυλάκων βιασάμενοι ἐχώρουν τῆς νυκτὸς ᾗ ἐδύναντο.
雅典人见自己已被发觉,便纷纷重新放下武器,只有大约三百人除外;这三百人强行突破了哨兵的防线,乘着夜色朝他们所能前进的方向走去。

词汇与语法注释

  1. 7.83.1σπένδεται ἱππέα πέμψαι — 动词 σπένδεται(中介语态,“达成条约/停战”)后接不定式 πέμψαι,用于表示协议的内容或目的,说明尼西阿斯为了能够安全地派遣骑兵而与敌方达成了临时停战协议。
  2. 7.83.2ὥστε τὴν μετ’ αὐτοῦ στρατιὰν ἀφεῖναι αὐτούς — 此处为 ὥστε 后接不定式 ἀφεῖναι(释放)的句型,表示结果或条件。不定式的逻辑主语是宾格的 αὐτούς(指叙拉古人),其直接宾语是 τὴν μετ’ αὐτοῦ(此处 αὐτοῦ 指尼西阿斯)στρατιάν。
  3. 7.83.4ἀναλαμβάνουσί τε τὰ ὅπλα καὶ οἱ Συρακόσιοι αἰσθάνονται — 此处使用 τε... καί... 的并列结构(parataxis),意为“他们刚拿起武器,叙拉古人就发觉了”,生动地表现了这两个动作之间极紧密的连续性与同时性。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.83.1-7.83.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.83.1-7.83.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。