§7.5.1ὁ δὲ Γύλιππος ἅμα μὲν ἐτείχιζε τὸ διὰ τῶν Ἐπιπολῶν τεῖχος, τοῖς λίθοις χρώμενος οὓς οἱ Ἀθηναῖοι προπαρεβάλοντο σφίσιν, ἅμα δὲ παρέτασσεν ἐξάγων αἰεὶ πρὸ τοῦ τειχίσματος τοὺς Συρακοσίους καὶ τοὺς ξυμμάχους· καὶ οἱ Ἀθηναῖοι ἀντιπαρετάσσοντο.
一方、ギュリッポスは、アテナイ人が自分たちのためにあらかじめ集めておいた石材を利用して、エピポライを横断する壁を築き進めると同時に、シラクサ人と同盟軍を常に防御壁の前に連れ出して整列させ、アテナイ人もこれに対抗して整列した。
§7.5.2ἐπειδὴ δὲ ἔδοξε τῷ Γυλίππῳ καιρὸς εἶναι, ἦρχε τῆς ἐφόδου·
ギュリッポスが好機であると判断したとき、彼は攻撃を開始した。
καὶ ἐν χερσὶ γενόμενοι ἐμάχοντο μεταξὺ τῶν τειχισμάτων, ᾗ τῆς ἵππου τῶν Συρακοσίων οὐδεμία χρῆσις ἦν.
そして白兵戦となり、彼らは防御壁の間で戦ったが、そこではシラクサ人の騎兵はまったく役に立たなかった。
§7.5.3καὶ νικηθέντων τῶν Συρακοσίων καὶ τῶν ξυμμάχων καὶ νεκροὺς ὑποσπόνδους ἀνελομένων καὶ τῶν Ἀθηναίων τροπαῖον στησάντων, ὁ Γύλιππος ξυγκαλέσας τὸ στράτευμα οὐκ ἔφη τὸ ἁμάρτημα ἐκείνων, ἀλλ’ ἑαυτοῦ γενέσθαι·
そしてシラクサ人と同盟軍が敗北し、休戦協定のもとで死体を回収し、アテナイ人が戦勝記念碑を建てると、ギュリッポスは軍隊を召集し、その過ちは彼らのものではなく、自分自身のものであると語った。
τῆς γὰρ ἵππου καὶ τῶν ἀκοντιστῶν τὴν ὠφελίαν τῇ τάξει ἐντὸς λίαν τῶν τειχῶν ποιήσας ἀφελέσθαι·
すなわち、陣形を防御壁のあまりに内側に配置したために、騎兵と投槍兵の利点を奪ってしまったからである、と。
νῦν οὖν αὖθις ἐπάξειν.
それゆえ、今度は再び進撃すると述べた。
§7.5.4καὶ διανοεῖσθαι οὕτως ἐκέλευεν αὐτοὺς ὡς τῇ μὲν παρασκευῇ οὐκ ἔλασσον ἕξοντας, τῇ δὲ γνώμῃ οὐκ ἀνεκτὸν ἐσόμενον εἰ μὴ ἀξιώσουσι Πελοποννήσιοί τε ὄντες καὶ Δωριῆς Ἰώνων καὶ νησιωτῶν καὶ ξυγκλύδων ἀνθρώπων κρατήσαντες ἐξελάσασθαι ἐκ τῆς χώρας.
そして彼は彼らに次のように覚悟するよう命じた。 すなわち、軍備においては劣っていない状態にあるだろうが、精神においては、ペロポネソス人でありドリス人でもある自分たちが、イオニア人や島民や寄せ集めの者たちに打ち勝って、この土地から追い出すのを当然のことと考えないならば、それは容認しがたい事態になるだろう、ということである。