Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.5.1-7.5.4

吉利普斯首战受挫与对军队的鼓舞

第 726 段,共 917 段 · 希腊语

内容简介

吉利普斯利用雅典人收集的石料加速修筑横断围墙,并与雅典军队展开对峙。在首次战斗中因地形不利战败后,吉利普斯承认了自己的战术失误,并鼓励士兵振作精神,准备再次进攻。

§7.5.1ὁ δὲ Γύλιππος ἅμα μὲν ἐτείχιζε τὸ διὰ τῶν Ἐπιπολῶν τεῖχος, τοῖς λίθοις χρώμενος οὓς οἱ Ἀθηναῖοι προπαρεβάλοντο σφίσιν, ἅμα δὲ παρέτασσεν ἐξάγων αἰεὶ πρὸ τοῦ τειχίσματος τοὺς Συρακοσίους καὶ τοὺς ξυμμάχους· καὶ οἱ Ἀθηναῖοι ἀντιπαρετάσσοντο.
另一方面,吉利普斯利用雅典人先前为自己准备的石料,修筑穿过埃皮波莱的围墙,同时不断将叙拉古人及其盟友领出到防御壁前排兵布阵;雅典人也对峙排开阵势。
§7.5.2ἐπειδὴ δὲ ἔδοξε τῷ Γυλίππῳ καιρὸς εἶναι, ἦρχε τῆς ἐφόδου· καὶ ἐν χερσὶ γενόμενοι ἐμάχοντο μεταξὺ τῶν τειχισμάτων, ᾗ τῆς ἵππου τῶν Συρακοσίων οὐδεμία χρῆσις ἦν.
当吉利普斯认为时机已到,便发起进攻;双方交手,在两道围墙之间展开战斗,在此处叙拉古人的骑兵毫无用武之地。
§7.5.3καὶ νικηθέντων τῶν Συρακοσίων καὶ τῶν ξυμμάχων καὶ νεκροὺς ὑποσπόνδους ἀνελομένων καὶ τῶν Ἀθηναίων τροπαῖον στησάντων, ὁ Γύλιππος ξυγκαλέσας τὸ στράτευμα οὐκ ἔφη τὸ ἁμάρτημα ἐκείνων, ἀλλ’ ἑαυτοῦ γενέσθαι· τῆς γὰρ ἵππου καὶ τῶν ἀκοντιστῶν τὴν ὠφελίαν τῇ τάξει ἐντὸς λίαν τῶν τειχῶν ποιήσας ἀφελέσθαι·
在叙拉古人及其盟友战败并在停战协定下收回尸体、雅典人立起战胜纪念碑之后,吉利普斯召集军队,声称过错不在他们,而是在他自己;因为他把阵形排在过于靠近围墙内侧的地方,从而剥夺了骑兵和标枪兵的作用。
νῦν οὖν αὖθις ἐπάξειν.
因此,他表示现在要再次率军进攻。
§7.5.4καὶ διανοεῖσθαι οὕτως ἐκέλευεν αὐτοὺς ὡς τῇ μὲν παρασκευῇ οὐκ ἔλασσον ἕξοντας, τῇ δὲ γνώμῃ οὐκ ἀνεκτὸν ἐσόμενον εἰ μὴ ἀξιώσουσι Πελοποννήσιοί τε ὄντες καὶ Δωριῆς Ἰώνων καὶ νησιωτῶν καὶ ξυγκλύδων ἀνθρώπων κρατήσαντες ἐξελάσασθαι ἐκ τῆς χώρας.
他要求他们这样思考:在军事准备上他们并不会处于劣势,而在意志上,如果他们作为伯罗奔尼撒人和多利安人,不认为应当战胜并把那些身为伊奥尼亚人、岛民以及乌合之众的人驱逐出境,那将是不可容忍的。

词汇与语法注释

  1. §7.5.3ἀφελέσθαι — 间接引语中的不定式,依附于前文的 οὐκ ἔφη。在表示原因的 γάρ 引导的从句中,表示吉利普斯自己过去的行为(“他剥夺了”)。
  2. §7.5.4ὡς ... ἕξοντας — 伴随连词 ὡς 的将来分词,与被命令的对象 αὐτούς 一致,表示他们的主观信念或预期(“心想他们将拥有……”)。
  3. §7.5.4οὐκ ἀνεκτὸν ἐσόμενον — 伴随 ὡς 的宾格绝对结构。非人称表达 οὐκ ἀνεκτόν ἐστι(不可容忍)的将来分词 ἐσόμενον 被使用,表示“(如果不……的话)将是不可容忍的”这一预估。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.5.1-7.5.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.5.1-7.5.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。