§7.4.1καὶ μετὰ ταῦτα ἐτείχιζον οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι διὰ τῶν Ἐπιπολῶν ἀπὸ τῆς πόλεως ἀρξάμενοι ἄνω πρὸς τὸ ἐγκάρσιον τεῖχος ἁπλοῦν, ὅπως οἱ Ἀθηναῖοι, εἰ μὴ δύναιντο κωλῦσαι, μηκέτι οἷοί τε ὦσιν ἀποτειχίσαι.
その後、シラクサ人と同盟軍は、アテナイ人が(築城を)阻止できない場合に、もはや完全に包囲壁を築くことができないようにするために、都市から始めて上方へとエピポライを横断する単一の横方向の壁を築き始めた。
§7.4.2καὶ οἵ τε Ἀθηναῖοι ἀνεβεβήκεσαν ἤδη ἄνω, τὸ ἐπὶ θαλάσσῃ τεῖχος ἐπιτελέσαντες, καὶ ὁ Γύλιππος (ἦν γάρ τι τοῖς Ἀθηναίοις τοῦ τείχους ἀσθενές) νυκτὸς ἀναλαβὼν τὴν στρατιὰν ἐπῄει πρὸς αὐτό.
一方、アテナイ人は海辺の壁を完成させてすでに上方へと登っており、ギュリッポスはアテナイ人の壁に一部弱い部分があるのを知り、夜に軍を率いてそこへ進軍した。
§7.4.3οἱ δ’ Ἀθηναῖοι (ἔτυχον γὰρ ἔξω αὐλιζόμενοι) ὡς ᾔσθοντο, ἀντεπῇσαν·
しかし、アテナイ人は(たまたま屋外で夜営していたため)これに気づると迎え撃ちに進んだ。
ὁ δὲ γνοὺς κατὰ τάχος ἀπήγαγε τοὺς σφετέρους πάλιν.
ギュリッポスはそれを察知して迅速に自軍を引き揚げさせた。
ἐποικοδομήσαντες δὲ αὐτὸ οἱ Ἀθηναῖοι ὑψηλότερον αὐτοὶ μὲν ταύτῃ ἐφύλασσον, τοὺς δὲ ἄλλους ξυμμάχους κατὰ τὸ ἄλλο τείχισμα ἤδη διέταξαν, ᾗπερ ἔμελλον ἕκαστοι φρουρεῖν.
アテナイ人はその壁をより高く築き直した上で、自らこの場所を守備し、他の同盟軍については、すでに他の防御壁に沿って、それぞれが守備することになっている場所に配置した。
§7.4.4τῷ δὲ Νικίᾳ ἐδόκει τὸ Πλημμύριον καλούμενον τειχίσαι·
またニキアスは、プレミュリオンと呼ばれる場所を要塞化することを決めた。
ἔστι δὲ ἄκρα ἀντιπέρας τῆς πόλεως, ἥπερ προύχουσα τοῦ μεγάλου λιμένος τὸ στόμα στενὸν ποιεῖ, καὶ εἰ τειχισθείη, ῥᾴων αὐτῷ ἐφαίνετο ἡ ἐσκομιδὴ τῶν ἐπιτηδείων ἔσεσθαι·
これは都市の対岸にある岬で、大港湾の入り口に突き出てそれを狭めており、ここを要塞化すれば、彼にとって物資の搬入がいっそう容易になると思われた。
δι’ ἐλάσσονος γὰρ πρὸς τῷ λιμένι τῷ τῶν Συρακοσίων ἐφορμήσειν σφᾶς, καὶ οὐχ ὥσπερ νῦν ἐκ μυχοῦ τοῦ λιμένος τὰς ἐπαναγωγὰς ποιήσεσθαι, ἤν τι ναυτικῷ κινῶνται.
というのも、より短い距離からシラクサ人の港を監視でき、もし海軍で行動を起こす場合にも、今のように港の最奥部から出撃しなくて済むようになるからである。
προσεῖχέ τε ἤδη μᾶλλον τῷ κατὰ θάλασσαν πολέμῳ, ὁρῶν τὰ ἐκ τῆς γῆς σφίσιν ἤδη, ἐπειδὴ Γύλιππος ἧκεν, ἀνελπιστότερα ὄντα.
彼は、ギュリッポスが到着して以来、陸上での彼らの見通しがすでに絶望的になっているのを見て、いまや海上での戦争により注力するようになった。
§7.4.5διακομίσας οὖν στρατιὰν καὶ τὰς ναῦς ἐξετείχισε τρία φρούρια·
そこで、彼は軍と船を対岸に移動させ、3つの砦を築き上げた。
καὶ ἐν αὐτοῖς τά τε σκεύη τὰ πλεῖστα ἔκειτο καὶ τὰ πλοῖα ἤδη ἐκεῖ τὰ μεγάλα ὥρμει καὶ αἱ ταχεῖαι νῆες.
そこにはほとんどの什器・資材が置かれ、大輸送船や快速船もすでにそこに停泊した。
§7.4.6ὥστε καὶ τῶν πληρωμάτων οὐχ ἥκιστα τότε πρῶτον κάκωσις ἐγένετο·
その結果、乗組員たちにとっても、特にこの時初めて疲弊と損耗が生じた。
τῷ τε γὰρ ὕδατι σπανίῳ χρώμενοι καὶ οὐκ ἐγγύθεν, καὶ ἐπὶ φρυγανισμὸν ἅμα ὁπότε ἐξέλθοιεν οἱ ναῦται, ὑπὸ τῶν ἱππέων τῶν Συρακοσίων κρατούντων τῆς γῆς διεφθείροντο·
というのも、水は乏しく、しかも近くからは得られず、また同時に、水兵たちが薪拾いに外出するたびに、陸地を支配しているシラクサ人の騎兵によって殺害されていたからである。
τρίτον γὰρ μέρος τῶν ἱππέων τοῖς Συρακοσίοις διὰ τοὺς ἐν τῷ Πλημμυρίῳ, ἵνα μὴ κακουργήσοντες ἐξίοιεν, ἐπὶ τῇ ἐν τῷ Ὀλυμπιείῳ πολίχνῃ ἐτετάχατο.
シラクサ人は騎兵の3分の1を、プレミュリオンにいるアテナイ人たちが略奪のために出撃してこないように、オリンピエイオンの小砦に配置していたのである。
§7.4.7ἐπυνθάνετο δὲ καὶ τὰς λοιπὰς τῶν Κορινθίων ναῦς προσπλεούσας ὁ Νικίας·
ニキアスはまた、コリントス人の残りの船が航行してきているという知らせを受けていた。
καὶ πέμπει ἐς φυλακὴν αὐτῶν εἴκοσι ναῦς, αἷς εἴρητο περί τε Λοκροὺς καὶ Ῥήγιον καὶ τὴν προσβολὴν τῆς Σικελίας ναυλοχεῖν αὐτάς.
そこで彼は、ロクリやレギオン、およびシケリアへの接近ルート周辺でそれらを待ち伏せして監視するように命じられた20隻の船を派遣した。