§7.44.1καὶ ἐνταῦθα ἤδη ἐν πολλῇ ταραχῇ καὶ ἀπορίᾳ ἐγίγνοντο οἱ Ἀθηναῖοι, ἣν οὐδὲ πυθέσθαι ῥᾴδιον ἦν οὐδ’ ἀφ’ ἑτέρων ὅτῳ τρόπῳ ἕκαστα ξυνηνέχθη.
そして、ここでアテナイ人はすでに大いなる混乱と窮地に陥っており、その混乱については、個々の事柄がどのように起こったのかを、どちらの側から聞き出すことも容易ではなかった。
ἐν μὲν γὰρ ἡμέρᾳ σαφέστερα μέν, ὅμως δὲ οὐδὲ ταῦτα οἱ παραγενόμενοι πάντα πλὴν τὸ καθ᾽ ἑαυτὸν ἕκαστος μόλις οἶδεν·
というのも、昼間であれば状況はより明白ではあるが、それでも、そこに居合わせた人々は、それぞれ自分の周囲のこと以外は、それらすべてをかろうじて知るにすぎないからである。
ἐν δὲ νυκτομαχίᾳ, ἣ μόνη δὴ στρατοπέδων μεγάλων ἔν γε τῷδε τῷ πολέμῳ ἐγένετο, πῶς ἄν τις σαφῶς τι ᾔδει;
ところが、この戦争において大軍同士の間で唯一行われたこの夜戦において、誰がどうして何かを明確に知り得ただろうか。
§7.44.2ἦν μὲν γὰρ σελήνη λαμπρά, ἑώρων δὲ οὕτως ἀλλήλους ὡς ἐν σελήνῃ εἰκὸς τὴν μὲν ὄψιν τοῦ σώματος προορᾶν, τὴν δὲ γνῶσιν τοῦ οἰκείου ἀπιστεῖσθαι.
実際、月は明るかったが、彼らが互いを見る様子は、月光の下で予想されるように、身体の姿を前方に見ることはできても、それが味方であるという確信は疑わしくなるようなものであった。
ὁπλῖται δὲ ἀμφοτέρων οὐκ ὀλίγοι ἐν στενοχωρίᾳ ἀνεστρέφοντο.
そして、双方の少なくない重装歩兵が、狭い場所で動き回っていた。
§7.44.3καὶ τῶν Ἀθηναίων οἱ μὲν ἤδη ἐνικῶντο, οἱ δ’ ἔτι τῇ πρώτῃ ἐφόδῳ ἀήσσητοι ἐχώρουν.
接着してアテナイ人のうち、一部はすでに敗北しつつあり、他の一部は最初の突撃の勢いでなおも無敗のまま進んでいた。
πολὺ δὲ καὶ τοῦ ἄλλου στρατεύματος αὐτοῖς τὸ μὲν ἄρτι ἀνεβεβήκει, τὸ δ’ ἔτι προσανῄει, ὥστ᾽ οὐκ ἠπίσταντο πρὸς ὅτι χρὴ χωρῆσαι.
また彼らのその他の軍勢の多くも、一部はちょうど登ってきたところであり、他の一部はなおも登りつつあったので、彼らはどちらへ進むべきか分からなかった。
ἤδη γὰρ τὰ πρόσθεν τῆς τροπῆς γεγενημένης ἐτετάρακτο πάντα καὶ χαλεπὰ ἦν ὑπὸ τῆς βοῆς διαγνῶναι.
というのも、すでに敗走が起こったために、前方の状況はすべて混乱しており、叫び声のためにそれを見分けるのは困難だったからである。
§7.44.4οἵ τε γὰρ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ὡς κρατοῦντες παρεκελεύοντό τε κραυγῇ οὐκ ὀλίγῃ χρώμενοι, ἀδύνατον ὂν ἐν νυκτὶ ἄλλῳ τῳ σημῆναι, καὶ ἅμα τοὺς προσφερομένους ἐδέχοντο·
実際、シラクサ人と同盟軍は、勝利を収めつつある者として、多大な叫び声を上げながら互いに励まし合っていた(夜間には他の手段で合図を送ることが不可能であったためである)。 そして同時に、突撃してくる敵を迎え撃っていた。
οἵ τε Ἀθηναῖοι ἐζήτουν τε σφᾶς αὐτοὺς καὶ πᾶν τὸ ἐξ ἐναντίας, καὶ εἰ φίλιον εἴη τῶν ἤδη πάλιν φευγόντων, πολέμιον ἐνόμιζον, καὶ τοῖς ἐρωτήμασι τοῦ ξυνθήματος πυκνοῖς χρώμενοι διὰ τὸ μὴ εἶναι ἄλλῳ τῳ γνωρίσαι σφίσι τε αὐτοῖς θόρυβον πολὺν παρεῖχον ἅμα πάντες ἐρωτῶντες καὶ τοῖς πολεμίοις σαφὲς αὐτὸ κατέστησαν·
他方、アテナイ人は自分たちの仲間を捜し求め、また前方から来るすべての者を、それがすでに逃げ戻ってくる味方であっても、敵とみなした。 また、彼らは他に識別する方法がなかったために、合言葉の問いかけを頻繁に用いたが、全員が同時に問いかけることによって、自分たちの間に大きな混乱を引き起こすとともに、その合言葉を敵に対して明らかにしてしまった。
§7.44.5τὸ δ’ ἐκείνων οὐχ ὁμοίως ἠπίσταντο διὰ τὸ κρατοῦντας αὐτοὺς καὶ μὴ διεσπασμένους ἧσσον ἀγνοεῖσθαι, ὥστ’ εἰ μὲν ἐντύχοιέν τισι κρείσσους ὄντες τῶν πολεμίων, διέφευγον αὐτοὺς ἅτε ἐκείνων ἐπιστάμενοι τὸ ξύνθημα, εἰ δ’ αὐτοὶ μὴ ἀποκρίνοιντο, διεφθείροντο.
しかし敵の合言葉については、同じようには知ることができなかった。 なぜなら、敵は勝利を収めており、また散り散りになっていなかったため、正体不明になりにくかったからである。 その結果、アテナイ人が自分たちの方が敵よりも優勢な状態で敵の誰かに出会ったとしても、敵はアテナイ人の合言葉を知っていたので彼らから逃れてしまい、逆にアテナイ人自身が合言葉を問われて答えられなければ、殺害された。
§7.44.6μέγιστον δὲ καὶ οὐχ ἥκιστα ἔβλαψε καὶ ὁ παιανισμός·
そして、最大のかつ決定的な打撃を与えたのは、軍歌の合唱でもあった。
ἀπὸ γὰρ ἀμφοτέρων παραπλήσιος ὢν ἀπορίαν παρεῖχεν.
なぜなら、双方から歌われるものが酷似していたため、大いなる混乱を引き起こしたからである。
οἵ τε γὰρ Ἀργεῖοι καὶ οἱ Κερκυραῖοι καὶ ὅσον Δωρικὸν μετ’ Ἀθηναίων ἦν, ὁπότε παιανίσειαν, φόβον παρεῖχε τοῖς Ἀθηναίοις, οἵ τε πολέμιοι ὁμοίως.
実際、アルゴス人やケルキュラ人、その他アテナイ軍に加わっていたすべてのドーリス系の人々が軍歌を歌うたびに、アテナイ人に恐怖を与えたし、敵が歌うときも同様であった。
§7.44.7ὥστε τέλος ξυμπεσόντες αὑτοῖς κατὰ πολλὰ τοῦ στρατοπέδου, ἐπεὶ ἅπαξ ἐταράχθησαν, φίλοι τε φίλοις καὶ πολῖται πολίταις, οὐ μόνον ἐς φόβον κατέστησαν, ἀλλὰ καὶ ἐς χεῖρας ἀλλήλοις ἐλθόντες μόλις ἀπελύοντο.
その結果、ついに彼らは陣営の多くの場所で互いに衝突し、一度混乱が生じると、味方が味方と、市民が市民と、ただ恐れをなすだけでなく、互いに手を出して闘うにいたり、かろうじて離れるような有様であった。
§7.44.8καὶ διωκόμενοι κατά τε τῶν κρημνῶν [οἱ] πολλοὶ ῥίπτοντες ἑαυτοὺς ἀπώλλυντο, στενῆς οὔσης τῆς ἀπὸ τῶν Ἐπιπολῶν πάλιν καταβάσεως, καὶ ἐπειδὴ ἐς τὸ ὁμαλὸν οἱ σῳζόμενοι ἄνωθεν καταβαῖεν, οἱ μὲν πολλοὶ αὐτῶν καὶ ὅσοι ἦσαν τῶν προτέρων στρατιωτῶν ἐμπειρίᾳ μᾶλλον τῆς χώρας ἐς τὸ στρατόπεδον διεφύγγανον, οἱ δὲ ὕστερον ἥκοντες εἰσὶν οἳ διαμαρτόντες τῶν ὁδῶν κατὰ τὴν χώραν ἐπλανήθησαν· οὕς,ἐπειδὴ ἡμέρα ἐγένετο, οἱ ἱππῆς τῶν Συρακοσίων περιελάσαντες διέφθειραν.
そして追撃される中で、多くの者が崖から身を投げ出して命を落とした。 エピポライからの帰りの下り坂が狭かったからである。 また、生き残った者たちが上から平地へと下りてきたとき、彼らの大部分、とりわけ以前からの兵士であった者たちは、土地の地理に詳しかったため、陣営へと逃げ延びることができた。 しかし、後から来た者たちの中には、道を誤ってその地域をさまよう者たちもおり、彼らを、夜が明けると、シラクサ人の騎兵たちが包囲して掃討した。