§7.45.1τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Συρακόσιοι δύο τροπαῖα ἔστησαν, ἐπί τε ταῖς Ἐπιπολαῖς ᾗ ἡ πρόσβασις καὶ κατὰ τὸ χωρίον ᾗ οἱ Βοιωτοὶ πρῶτον ἀντέστησαν, οἱ δ’ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους ἐκομίσαντο.
翌日、シラクサ人は二つの戦勝記念碑を建てた。 一つは登り口があるエピポライの上に、もう一つはボイオティア人が最初に抵抗した場所の近くにである。 他方、アテナイ人は休戦協定のもとで死者を回収した。
§7.45.2ἀπέθανον δὲ οὐκ ὀλίγοι αὐτῶν τε καὶ τῶν ξυμμάχων, ὅπλα μέντοι ἔτι πλείω ἢ κατὰ τοὺς νεκροὺς ἐλήφθη·
彼ら自身と同盟軍の少なくない者が戦死したが、しかしながら、獲得された武具は死者の数に比してさらに多かった。
οἱ γὰρ κατὰ τῶν κρημνῶν βιασθέντες ἅλλεσθαι ψιλοὶ [ἄνευ τῶν ἀσπίδων] οἱ μὲν ἀπώλλυντο, οἱ δ’ ἐσώθησαν.
というのも、崖から飛び降りることを余儀なくされた者たちのうち、軽装の[盾を持たない]状態で、ある者は命を落とし、ある者は助かったからである。