§7.4.1καὶ μετὰ ταῦτα ἐτείχιζον οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι διὰ τῶν Ἐπιπολῶν ἀπὸ τῆς πόλεως ἀρξάμενοι ἄνω πρὸς τὸ ἐγκάρσιον τεῖχος ἁπλοῦν, ὅπως οἱ Ἀθηναῖοι, εἰ μὴ δύναιντο κωλῦσαι, μηκέτι οἷοί τε ὦσιν ἀποτειχίσαι.
此后,叙拉古人及其盟友开始从城市出发,向上穿过埃皮波莱修筑一条单层的横断围墙,以便雅典人如果无法阻止,便再也无法完成对叙拉古的合围。
§7.4.2καὶ οἵ τε Ἀθηναῖοι ἀνεβεβήκεσαν ἤδη ἄνω, τὸ ἐπὶ θαλάσσῃ τεῖχος ἐπιτελέσαντες, καὶ ὁ Γύλιππος (ἦν γάρ τι τοῖς Ἀθηναίοις τοῦ τείχους ἀσθενές) νυκτὸς ἀναλαβὼν τὴν στρατιὰν ἐπῄει πρὸς αὐτό.
此时雅典人已经完成了海边的围墙并向高处走去;而吉利普斯得知雅典人的围墙有一处薄弱,便在夜间率领军队前往该处。
§7.4.3οἱ δ’ Ἀθηναῖοι (ἔτυχον γὰρ ἔξω αὐλιζόμενοι) ὡς ᾔσθοντο, ἀντεπῇσαν· ὁ δὲ γνοὺς κατὰ τάχος ἀπήγαγε τοὺς σφετέρους πάλιν.
由于雅典人正好在野外宿营,他们察觉后便迎击上去;吉利普斯发现后,立即带兵撤回。
ἐποικοδομήσαντες δὲ αὐτὸ οἱ Ἀθηναῖοι ὑψηλότερον αὐτοὶ μὲν ταύτῃ ἐφύλασσον, τοὺς δὲ ἄλλους ξυμμάχους κατὰ τὸ ἄλλο τείχισμα ἤδη διέταξαν, ᾗπερ ἔμελλον ἕκαστοι φρουρεῖν.
雅典人将该段围墙加高重建后,亲自在此把守,并已经将其他盟军部署在其余围墙沿线各自负责防守的岗位上。
§7.4.4τῷ δὲ Νικίᾳ ἐδόκει τὸ Πλημμύριον καλούμενον τειχίσαι· ἔστι δὲ ἄκρα ἀντιπέρας τῆς πόλεως, ἥπερ προύχουσα τοῦ μεγάλου λιμένος τὸ στόμα στενὸν ποιεῖ, καὶ εἰ τειχισθείη, ῥᾴων αὐτῷ ἐφαίνετο ἡ ἐσκομιδὴ τῶν ἐπιτηδείων ἔσεσθαι·
尼基阿斯此时决定修筑被称为普莱缪里翁的地方;这是一处与城市相对的海岬,突入大港湾并使其入口变得狭窄,他认为如果将其要塞化,物资的运入将变得更加容易。
δι’ ἐλάσσονος γὰρ πρὸς τῷ λιμένι τῷ τῶν Συρακοσίων ἐφορμήσειν σφᾶς, καὶ οὐχ ὥσπερ νῦν ἐκ μυχοῦ τοῦ λιμένος τὰς ἐπαναγωγὰς ποιήσεσθαι, ἤν τι ναυτικῷ κινῶνται.
因为他们可以从更近的距离监视叙拉古人的港口,而且如果他们要用海军采取行动,也不必像现在这样必须从港口最深处出击。
προσεῖχέ τε ἤδη μᾶλλον τῷ κατὰ θάλασσαν πολέμῳ, ὁρῶν τὰ ἐκ τῆς γῆς σφίσιν ἤδη, ἐπειδὴ Γύλιππος ἧκεν, ἀνελπιστότερα ὄντα.
他看到自从吉利普斯到来后,陆地上的形势对他们而言已更加令人绝望,因此现在更加关注海上战争。
§7.4.5διακομίσας οὖν στρατιὰν καὶ τὰς ναῦς ἐξετείχισε τρία φρούρια· καὶ ἐν αὐτοῖς τά τε σκεύη τὰ πλεῖστα ἔκειτο καὶ τὰ πλοῖα ἤδη ἐκεῖ τὰ μεγάλα ὥρμει καὶ αἱ ταχεῖαι νῆες.
于是,他把军队和船只运渡过去,修筑了三个堡垒;大部分装备和物资都存放在这里,大型运输船和快速战船也已经在此停泊。
§7.4.6ὥστε καὶ τῶν πληρωμάτων οὐχ ἥκιστα τότε πρῶτον κάκωσις ἐγένετο·
结果,船员们也在这时首次遭受了不小的损耗和疲惫。
τῷ τε γὰρ ὕδατι σπανίῳ χρώμενοι καὶ οὐκ ἐγγύθεν, καὶ ἐπὶ φρυγανισμὸν ἅμα ὁπότε ἐξέλθοιεν οἱ ναῦται, ὑπὸ τῶν ἱππέων τῶν Συρακοσίων κρατούντων τῆς γῆς διεφθείροντο·
因为水源稀缺且不近,而且每当水兵们外出拾柴时,都会遭到控制该地陆路叙拉古骑兵的杀戮。
τρίτον γὰρ μέρος τῶν ἱππέων τοῖς Συρακοσίοις διὰ τοὺς ἐν τῷ Πλημμυρίῳ, ἵνα μὴ κακουργήσοντες ἐξίοιεν, ἐπὶ τῇ ἐν τῷ Ὀλυμπιείῳ πολίχνῃ ἐτετάχατο.
叙拉古人为了防止普莱缪里翁的雅典人出击骚扰,已将三分之一的骑兵部署在奥林匹埃翁附近的小镇上。
§7.4.7ἐπυνθάνετο δὲ καὶ τὰς λοιπὰς τῶν Κορινθίων ναῦς προσπλεούσας ὁ Νικίας· καὶ πέμπει ἐς φυλακὴν αὐτῶν εἴκοσι ναῦς, αἷς εἴρητο περί τε Λοκροὺς καὶ Ῥήγιον καὶ τὴν προσβολὴν τῆς Σικελίας ναυλοχεῖν αὐτάς.
尼基阿斯还得知科林斯人的其余船只正在驶来;他派遣了二十艘船去拦截它们,命令这些船在洛克里、雷吉翁以及进入西西里的航道附近埋伏监视。