§7.39.1τῇ δ’ ὑστεραίᾳ οἱ Συρακόσιοι τῆς μὲν ὥρας πρωίτερον, τῇ δ’ ἐπιχειρήσει τῇ αὐτῇ τοῦ τε πεζοῦ καὶ τοῦ ναυτικοῦ προσέμισγον τοῖς Ἀθηναίοις,
翌日、シラクサ人は、一日のうちではより早い時刻に、陸上軍と海軍の双方による前回と同じ攻撃方法で、アテナイ人に戦いを仕掛けた。
§7.39.2καὶ ἀντικαταστάντες ταῖς ναυσὶ τὸν αὐτὸν τρόπον αὖθις ἐπὶ πολὺ διῆγον τῆς ἡμέρας πειρώμενοι ἀλλήλων, πρὶν δὴ Ἀρίστων ὁ Πυρρίχου Κορίνθιος, ἄριστος ὢν κυβερνήτης τῶν μετὰ Συρακοσίων, πείθει τοὺς σφετέρους τοῦ ναυτικοῦ ἄρχοντας, πέμψαντας ὡς τοὺς ἐν τῇ πόλει ἐπιμελομένους, κελεύειν ὅτι τάχιστα τὴν ἀγορὰν τῶν πωλουμένων παρὰ τὴν θάλασσαν μεταστῆσαι κομίσαντας, καὶ ὅσα τις ἔχει ἐδώδιμα, πάντας ἐκεῖσε φέροντας ἀναγκάσαι πωλεῖν, ὅπως αὐτοῖς ἐκβιβάσαντες τοὺς ναύτας εὐθὺς παρὰ τὰς ναῦς ἀριστοποιήσωνται, καὶ δι’ ὀλίγου αὖθις καὶ αὐθημερὸν ἀπροσδοκήτοις τοῖς Ἀθηναίοις ἐπιχειρῶσιν.
そして再び同じように船を対峙させ、互いに小競り合いをしながら一日の大半を費やしていたが、ついにシラクサ側の船のうちで最優秀の舵手であったコリントス人、ピュリコスの息子アリストンが、自軍の海軍指揮官たちを説得し、市内の政務担当者たちのもとに使者を送って、速やかに売り物の市場を海岸沿いに移転させ、誰もが持っているあらゆる食料品をそこへ運んで売るよう強制してほしい、と命じさせた。 それは、水兵たちを上陸させて船のすぐそばでただちに昼食をとらせ、短い休息ののち、同日のうちに再び、予期していないアテナイ人に対して不意に攻撃を仕掛けることができるようにするためであった。