§7.36.1οἱ δὲ Συρακόσιοι ἐν τούτῳ πυνθανόμενοι αὐτῶν τὸν ἐπίπλουν αὖθις ταῖς ναυσὶν ἀποπειρᾶσαι ἐβούλοντο καὶ τῇ ἄλλῃ παρασκευῇ τοῦ πεζοῦ, ἥνπερ ἐπ’ αὐτὸ τοῦτο πρὶν ἐλθεῖν αὐτοὺς φθάσαι βουλόμενοι ξυνέλεγον.
シラクサ人たちは、この間に彼らの来航を知り、再び船とその他の陸上軍の備えを用いて攻撃を試みることを望んだ。 彼らは、増援が到着する前に先手を打つことを望んで、まさにこの目的のためにその軍勢を集めていたのである。
§7.36.2παρεσκευάσαντο δὲ τό τε ἄλλο ναυτικὸν ὡς ἐκ τῆς προτέρας ναυμαχίας τι πλέον ἐνεῖδον σχήσοντες, καὶ τὰς πρῴρας τῶν νεῶν ξυντεμόντες ἐς ἔλασσον στεριφωτέρας ἐποίησαν, καὶ τὰς ἐπωτίδας ἐπέθεσαν ταῖς πρῴραις παχείας, καὶ ἀντηρίδας ἀπ’ αὐτῶν ὑπέτειναν πρὸς τοὺς τοίχους ὡς ἐπὶ ἓξ πήχεις ἐντός τε καὶ ἔξωθεν·
彼らは、先の海戦から何か有利な点を得られると見て、その他の艦隊をも準備した。 船の舳先をより短く切り詰めて、より頑丈にし、また分厚い船首あてを舳先に取り付け、それらから船壁に向けて、内外から約六ペーキュスにわたる突っ張り棒を掛け渡した。
ᾧπερ τρόπῳ καὶ οἱ Κορίνθιοι πρὸς τὰς ἐν τῇ Ναυπάκτῳ ναῦς ἐπισκευασάμενοι πρῴραθεν ἐναυμάχουν.
この方法によって、コリントス人たちもナウパクトスの船に対して自船を改造し、正面衝突で海戦を戦ったのである。
§7.36.3ἐνόμισαν γὰρ οἱ Συρακόσιοι πρὸς τὰς τῶν Ἀθηναίων ναῦς οὐχ ὁμοίως ἀντινεναυπηγημένας, ἀλλὰ λεπτὰ τὰ πρῴραθεν ἐχούσας διὰ τὸ μὴ ἀντιπρῴροις μᾶλλον αὐτοὺς ἢ ἐκ περίπλου ταῖς ἐμβολαῖς χρῆσθαι, οὐκ ἔλασσον σχήσειν, καὶ τὴν ἐν τῷ μεγάλῳ λιμένι ναυμαχίαν, οὐκ ἐν πολλῷ πολλαῖς ναυσὶν οὖσαν, πρὸς ἑαυτῶν ἔσεσθαι·
というのも、シラクサ人たちは、アテナイ人の船は同様の対抗手段を講じて建造されておらず、正面衝突よりもむしろ回り込んでの衝突攻撃を主に用いていたために船首部分が薄くなっていることから、アテナイ人の船に対して自分たちが劣勢に立たされることはなく、また大港湾内での海戦は、狭い場所で多数の船が戦うものであるため、自分たちに有利になるだろうと考えたからである。
ἀντιπρῴροις γὰρ ταῖς ἐμβολαῖς χρώμενοι ἀναρρήξειν τὰ πρῴραθεν αὐτοῖς, στερίφοις καὶ παχέσι πρὸς κοῖλα καὶ ἀσθενῆ παίοντες τοῖς ἐμβόλοις.
すなわち、正面衝突を用いることで彼らの船首部分を粉砕するだろう、すなわち、自分たちの頑丈で分厚い衝角でもって、中が空洞で脆弱な彼らの船首に打撃を与えることによって、と考えた。
§7.36.4τοῖς δὲ Ἀθηναίοις οὐκ ἔσεσθαι σφῶν ἐν στενοχωρίᾳ οὔτε περίπλουν οὔτε διέκπλουν, ᾧπερ τῆς τέχνης μάλιστα ἐπίστευον·
また、アテナイ人にとっては、狭い場所の中では自分たちを相手に、彼らが技術として最も信頼している回り込みも突破も不可能になるだろうと考えた。
αὐτοὶ γὰρ κατὰ τὸ δυνατὸν τὸ μὲν οὐ δώσειν διεκπλεῖν, τὸ δὲ τὴν στενοχωρίαν κωλύσειν ὥστε μὴ περιπλεῖν.
自分たちはできる限り、一方では突破を許さず、他方では狭さが邪魔をして回り込みをさせないようにするからである。
§7.36.5τῇ τε πρότερον ἀμαθίᾳ τῶν κυβερνητῶν δοκούσῃ εἶναι, τὸ ἀντίπρῳρον ξυγκροῦσαι, μάλιστ᾽ ἂν αὐτοὶ χρήσασθαι·
さらに、以前は操舵手たちの無知と思われていたこと、すなわち正面衝突を行うことを、彼ら自身が最大限に活用するだろうと考えた。
πλεῖστον γὰρ ἐν αὐτῷ σχήσειν·
なぜなら、それにおいて彼らは最大の利益を得るからである。
τὴν γὰρ ἀνάκρουσιν οὐκ ἔσεσθαι τοῖς Ἀθηναίοις ἐξωθουμένοις ἄλλοσε ἢ ἐς τὴν γῆν, καὶ ταύτην δι’ ὀλίγου καὶ ἐς ὀλίγον, κατ᾽ αὐτὸ τὸ στρατόπεδον τὸ ἑαυτῶν·
すなわち、正面衝突によって押し出されるアテナイ人にとって、後退する先は陸地以外になく、しかもその陸地も至近距離にあり、ごく狭い範囲の彼ら自身の陣地に向けてでしかないからである。
τοῦ δ’ ἄλλου λιμένος αὐτοὶ κρατήσειν, καὶ ξυμφερομένους αὐτούς, ἤν πῃ βιάζωνται, §7.36.6ἐς ὀλίγον τε καὶ πάντας ἐς τὸ αὐτό, προσπίπτοντας ἀλλήλοις ταράξεσθαι (ὅπερ καὶ ἔβλαπτε μάλιστα τοὺς Ἀθηναίους ἐν ἁπάσαις ταῖς ναυμαχίαις, οὐκ οὔσης αὐτοῖς ἐς πάντα τὸν λιμένα τῆς ἀνακρούσεως, ὥσπερ τοῖς Συρακοσίοις)·
港の残りの部分は自分たちが支配し、もしアテナイ人がどこかで圧迫されれば、一箇所に押し流されて、狭い場所に、しかも全員が同じ場所に押し流され、互いに衝突し合って混乱するだろうと考えた(このことこそが、あらゆる海戦においてアテナイ人に最大の打撃を与えた。 というのも彼らには、シラクサ人たちのように港のいたるところに後退する余地がなかったからである)。
περιπλεῦσαι δὲ ἐς τὴν εὐρυχωρίαν, σφῶν ἐχόντων τὴν ἐπίπλευσιν ἀπὸ τοῦ πελάγους τε καὶ ἀνάκρουσιν, οὐ δυνήσεσθαι αὐτούς, ἄλλως τε καὶ τοῦ Πλημμυρίου πολεμίου τε αὐτοῖς ἐσομένου καὶ τοῦ στόματος οὐ μεγάλου ὄντος τοῦ λιμένος.
また、広い水域へと回り込むことは、自分たちが外海からの来襲と後退の余地を支配しているため、アテナイ人には不可能だろうと考えた。 とりわけ、プレッミュリオンが彼らにとって敵地となっており、港の入り口も広くない以上は、なおさらであった。