Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.36.1-7.36.6

叙拉古军改造战船船首并筹划海战

第 757 段,共 917 段 · 希腊语

内容简介

叙拉古人企图在雅典增援部队抵达之前发难,他们整备舰队,通过锯短和加固船首来调整战术,以适应在大港口狭窄水域内进行正面碰撞的交战。

§7.36.1οἱ δὲ Συρακόσιοι ἐν τούτῳ πυνθανόμενοι αὐτῶν τὸν ἐπίπλουν αὖθις ταῖς ναυσὶν ἀποπειρᾶσαι ἐβούλοντο καὶ τῇ ἄλλῃ παρασκευῇ τοῦ πεζοῦ, ἥνπερ ἐπ’ αὐτὸ τοῦτο πρὶν ἐλθεῖν αὐτοὺς φθάσαι βουλόμενοι ξυνέλεγον.
与此同时,叙拉古人听说阿提卡援军即将来航,便希望再次动用船只和其余的陆军装备进行尝试。 他们为了这同一个目的而一直在集结这些兵力,企图在对方到达之前先发制人。
§7.36.2παρεσκευάσαντο δὲ τό τε ἄλλο ναυτικὸν ὡς ἐκ τῆς προτέρας ναυμαχίας τι πλέον ἐνεῖδον σχήσοντες, καὶ τὰς πρῴρας τῶν νεῶν ξυντεμόντες ἐς ἔλασσον στεριφωτέρας ἐποίησαν, καὶ τὰς ἐπωτίδας ἐπέθεσαν ταῖς πρῴραις παχείας, καὶ ἀντηρίδας ἀπ’ αὐτῶν ὑπέτειναν πρὸς τοὺς τοίχους ὡς ἐπὶ ἓξ πήχεις ἐντός τε καὶ ἔξωθεν·
他们整备了其余的舰队,指望能从之前的海战中获得某种优势。 他们把船首锯短,使其更加坚固,并在船首安装了厚实的锚托,从锚托向船舷内外延伸安装了约六肘长的支柱。
ᾧπερ τρόπῳ καὶ οἱ Κορίνθιοι πρὸς τὰς ἐν τῇ Ναυπάκτῳ ναῦς ἐπισκευασάμενοι πρῴραθεν ἐναυμάχουν.
科林斯人过去也是采用这种方法改造船只,从而与在瑙帕克托斯的船只进行船首正面交战的。
§7.36.3ἐνόμισαν γὰρ οἱ Συρακόσιοι πρὸς τὰς τῶν Ἀθηναίων ναῦς οὐχ ὁμοίως ἀντινεναυπηγημένας, ἀλλὰ λεπτὰ τὰ πρῴραθεν ἐχούσας διὰ τὸ μὴ ἀντιπρῴροις μᾶλλον αὐτοὺς ἢ ἐκ περίπλου ταῖς ἐμβολαῖς χρῆσθαι, οὐκ ἔλασσον σχήσειν, καὶ τὴν ἐν τῷ μεγάλῳ λιμένι ναυμαχίαν, οὐκ ἐν πολλῷ πολλαῖς ναυσὶν οὖσαν, πρὸς ἑαυτῶν ἔσεσθαι·
因为叙拉古人认为,面对阿提卡人那些并非以同样对冲方式建造、而是由于他们主要采用迂回包抄和侧面撞击而非正面冲突因而船首单薄的船只,他们自己不会处于劣势;而且在大港口内的海战(在狭小的空间内进行众多船只的交战)将对他们有利。
ἀντιπρῴροις γὰρ ταῖς ἐμβολαῖς χρώμενοι ἀναρρήξειν τὰ πρῴραθεν αὐτοῖς, στερίφοις καὶ παχέσι πρὸς κοῖλα καὶ ἀσθενῆ παίοντες τοῖς ἐμβόλοις.
因为通过正面相撞,他们将撞碎对方的船首,即用自己坚固而厚实的冲角去打击对方空洞且脆弱的船首。
§7.36.4τοῖς δὲ Ἀθηναίοις οὐκ ἔσεσθαι σφῶν ἐν στενοχωρίᾳ οὔτε περίπλουν οὔτε διέκπλουν, ᾧπερ τῆς τέχνης μάλιστα ἐπίστευον·
他们还认为,在狭小的空间里,阿提卡人既没有空间进行迂回,也没有空间进行突破,而这正是他们最信赖的操船技术。
αὐτοὶ γὰρ κατὰ τὸ δυνατὸν τὸ μὲν οὐ δώσειν διεκπλεῖν, τὸ δὲ τὴν στενοχωρίαν κωλύσειν ὥστε μὴ περιπλεῖν.
因为叙拉古人自己将竭尽所能不让对方突破,而狭窄的空间也将阻碍对方进行迂回。
§7.36.5τῇ τε πρότερον ἀμαθίᾳ τῶν κυβερνητῶν δοκούσῃ εἶναι, τὸ ἀντίπρῳρον ξυγκροῦσαι, μάλιστ᾽ ἂν αὐτοὶ χρήσασθαι· πλεῖστον γὰρ ἐν αὐτῷ σχήσειν·
此外,以前被认为是舵手无知的做法——即正面相撞,如今他们自己将最大程度地加以利用。
τὴν γὰρ ἀνάκρουσιν οὐκ ἔσεσθαι τοῖς Ἀθηναίοις ἐξωθουμένοις ἄλλοσε ἢ ἐς τὴν γῆν, καὶ ταύτην δι’ ὀλίγου καὶ ἐς ὀλίγον, κατ᾽ αὐτὸ τὸ στρατόπεδον τὸ ἑαυτῶν· τοῦ δ’ ἄλλου λιμένος αὐτοὶ κρατήσειν, καὶ ξυμφερομένους αὐτούς, ἤν πῃ βιάζωνται, §7.36.6ἐς ὀλίγον τε καὶ πάντας ἐς τὸ αὐτό, προσπίπτοντας ἀλλήλοις ταράξεσθαι (ὅπερ καὶ ἔβλαπτε μάλιστα τοὺς Ἀθηναίους ἐν ἁπάσαις ταῖς ναυμαχίαις, οὐκ οὔσης αὐτοῖς ἐς πάντα τὸν λιμένα τῆς ἀνακρούσεως, ὥσπερ τοῖς Συρακοσίοις)· περιπλεῦσαι δὲ ἐς τὴν εὐρυχωρίαν, σφῶν ἐχόντων τὴν ἐπίπλευσιν ἀπὸ τοῦ πελάγους τε καὶ ἀνάκρουσιν, οὐ δυνήσεσθαι αὐτούς, ἄλλως τε καὶ τοῦ Πλημμυρίου πολεμίου τε αὐτοῖς ἐσομένου καὶ τοῦ στόματος οὐ μεγάλου ὄντος τοῦ λιμένος.
因为在这方面他们将占有最大的优势:因为被逼退的阿提卡人除了向陆地退却之外无处可退,而且距离极短,且只能退向他们自己营地前的那一小块区域;而大港口的其他部分将由叙拉古人自己控制,如果阿提卡人被迫退却,他们就会被挤到一起,并在狭小的空间内,所有人都挤在同一地点,互相碰撞,陷入混乱(这在所有的海战中确实给阿提卡人造成了最大的伤害,因为他们不能像叙拉古人那样在整个港口范围内退却);至于说迂回到开阔水域,由于叙拉古人控制了来自外海的进攻路线和退却余地,阿提卡人将无法做到这一点,特别是普莱米里翁对他们而言已成敌境,而且港口入口也并不宽阔。

词汇与语法注释

  1. §7.36.1πυνθανόμενοι αὐτῶν τὸν ἐπίπλουν — αὐτῶν(他们)指德摩斯梯尼和欧里梅敦率领的雅典增援军。这意味着叙拉古人听说了前一章节(§7.35)中所提到的,他们到达雷吉乌姆领地佩特拉的动向。
  2. §7.36.2ὡς ἐκ τῆς προτέρας ναυμαχίας τι πλέον ἐνεῖδον σχήσοντες — ὡς 连同将来分词 σχήσοντες 表示主观意图或预期:“指望能获得某种优势”。τι πλέον 意为“某种优势”或“更有利的地方”。
  3. §7.36.2ᾧπερ τρόπῳ — 关系代词 ᾧπερ 与夺格/与格的 τρόπῳ 一致,指代前文所述的船体改造方法(“正是以这种方法”)。
  4. §7.36.3οὐχ ὁμοίως ἀντινεναυπηγημένας — 宾格分词短语 οὐχ ὁμοίως ἀντινεναυπηγημένας 和 ἐχούσας 修饰介词 πρὸς 后面的雅典船只(τὰς τῶν Ἀθηναίων ναῦς),用以说明它们在结构上与叙拉古船只的不同特征。
  5. §7.36.3οὐκ ἔλασσον σχήσειν — 这是依附于 ἐνόμισαν 的将来不定式。其省略的主语是叙拉古人(οἱ Συρακόσιοι),意为“他们不会处于劣势”或“他们将占上风”。
  6. §7.36.5τῇ τε πρότερον ἀμαθίᾳ τῶν κυβερνητῶν δοκούσῃ εἶναι, τὸ ἀντίπρῳρον ξυγκροῦσαι — 与格名词短语 τῇ ... ἀμαθίᾳ(无知)用作动词 χρήσασθαι 的宾语。冠词性不定式短语 τὸ ἀντίπρῳρον ξυγκροῦσαι(正面碰撞)与其同格,具体说明了过去被认为是“无知”的行为。
  7. §7.36.5καὶ ταύτην δι’ ὀλίγου καὶ ἐς ὀλίγον — ταύτην 指代前文的 τὴν γῆν(陆地)。此短语意味着向陆地的退却既是“近距离的”(δι’ ὀλίγου),又是“退向狭小区域的”(ἐς ὀλίγον)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.36.1-7.36.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.36.1-7.36.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。