§7.35.1ὁ δὲ Δημοσθένης καὶ Εὐρυμέδων, ἐπειδὴ ξυστρατεύειν αὐτοῖς οἱ Θούριοι παρεσκευάσθησαν ἑπτακοσίοις μὲν ὁπλίταις, τριακοσίοις δὲ ἀκοντισταῖς, τὰς μὲν ναῦς παραπλεῖν ἐκέλευον ἐπὶ τῆς Κροτωνιάτιδος, αὐτοὶ δὲ τὸν πεζὸν πάντα ἐξετάσαντες πρῶτον ἐπὶ τῷ Συβάρει ποταμῷ ἦγον διὰ τῆς Θουριάδος γῆς.
デモステネスとエウリュメドンは、トゥリオイ人が重装歩兵七百名と投槍兵三百名で彼らとともに従軍する準備を整えると、船に対してはクロトン領の沿岸を航行するように命じ、自らは全陸上軍を査閲した上で、まずシュバリス川において、トゥリアの地を通って軍を率いた。
§7.35.2καὶ ὡς ἐγένοντο ἐπὶ τῷ Ὑλίᾳ ποταμῷ καὶ αὐτοῖς οἱ Κροτωνιᾶται προσπέμψαντες εἶπον οὐκ ἂν σφίσι βουλομένοις εἶναι διὰ τῆς γῆς σφῶν τὸν στρατὸν ἰέναι, ἐπικαταβάντες ηὐλίσαντο πρὸς τὴν θάλασσαν καὶ τὴν ἐκβολὴν τοῦ Ὑλίου·
そして彼らがヒュリアス川に達したとき、クロトン人たちが使者を送って、自分たちの領土を軍が通過することは自分たちの望むところではないと告げたため、彼らは海岸とヒュリアス川の河口に向けて下っていって宿営した。
καὶ αἱ νῆες αὐτοῖς ἐς τὸ αὐτὸ ἀπήντων.
そして、船団も同じ場所で彼らと落ち合った。
τῇ δ’ ὑστεραίᾳ ἀναβιβασάμενοι παρέπλεον, ἴσχοντες πρὸς ταῖς πόλεσι πλὴν Λοκρῶν, ἕως ἀφίκοντο ἐπὶ Πέτραν τῆς Ῥηγίνης.
翌日、彼らは軍を乗船させて沿岸を航行し、ロクロイ人を除く諸都市に立ち寄りながら、レギオン領のペトラに到着した。