§7.32.1οἱ δ’ ἐκ τῶν Συρακουσῶν τότε μετὰ τὴν τοῦ Πλημμυρίου ἅλωσιν πρέσβεις οἰχόμενοι ἐς τὰς πόλεις ἐπειδὴ ἔπεισάν τε καὶ ξυναγείραντες ἔμελλον ἄξειν τὸν στρατόν, ὁ Νικίας προπυθόμενος πέμπει ἐς τῶν Σικελῶν τοὺς τὴν δίοδον ἔχοντας καὶ σφίσι ξυμμάχους, Κεντόριπάς τε καὶ Ἀλικυαίους καὶ ἄλλους, ὅπως μὴ διαφρήσωσι τοὺς πολεμίους, ἀλλὰ ξυστραφέντες κωλύσωσι διελθεῖν·
一方、プレッミュリオンの占領の後にシラクサから諸都市へ派遣されていた使節たちが、説得を終えて軍勢を招集し、まさにその軍勢を率いて出発しようとしていたとき、ニキアスはこれをあらかじめ察知して、シケロス人のうち、通路を支配しており自分たちの同盟者である者たち、すなわちケントリパやアリキュアイなどの人々のもとに使者を送り、敵を通過させず、一丸となって通過を阻止するよう求めた。
ἄλλῃ γὰρ αὐτοὺς οὐδὲ πειράσειν·
というのも、彼らは他のルートからは通過を試みることさえしないはずだったからである。
Ἀκραγαντῖνοι γὰρ οὐκ ἐδίδοσαν διὰ τῆς ἑαυτῶν ὁδόν.
アクラガス人が自らの領土を通る道を与えなかったからであった。
§7.32.2πορευομένων δ’ ἤδη τῶν Σικελιωτῶν οἱ Σικελοί, καθάπερ ἐδέοντο οἱ Ἀθηναῖοι, ἐνέδραν τινὰ τριχῇ ποιησάμενοι, ἀφυλάκτοις τε καὶ ἐξαίφνης ἐπιγενόμενοι διέφθειραν ἐς ὀκτακοσίους μάλιστα καὶ τοὺς πρέσβεις πλὴν ἑνὸς τοῦ Κορινθίου πάντας·
シケリアのギリシア人たちがすでに進軍しているとき、シケロス人たちは、アテナイ人が要請した通り、三箇所に待ち伏せの陣を敷き、無警戒な彼らを急襲して、およそ800人と、コリントス人の一人を除くすべての使節を殺害した。
οὗτος δὲ τοὺς διαφυγόντας ἐς πεντακοσίους καὶ χιλίους ἐκόμισεν ἐς τὰς Συρακούσας.
そして、この一人の使節が、生き残ったおよそ1500人をシラクサへと連れ帰った。