§7.31.1ὁ δὲ Δημοσθένης τότε ἀποπλέων ἐπὶ τῆς Κερκύρας μετὰ τὴν ἐκ τῆς Λακωνικῆς τείχισιν, ὁλκάδα ὁρμοῦσαν ἐν Φειᾷ τῇ Ἠλείων εὑρών, ἐν ᾗ οἱ Κορίνθιοι ὁπλῖται ἐς τὴν Σικελίαν ἔμελλον περαιοῦσθαι, αὐτὴν μὲν διαφθείρει, οἱ δ’ ἄνδρες ἀποφυγόντες ὕστερον λαβόντες ἄλλην ἔπλεον.
一方デモステネスは、当時ラコニケからの要塞構築を終えてケルキュラへ向けて航行していたが、エリス地方のペイアに停泊している、コリントスの重装歩兵たちがシケリアへ渡るために乗る予定であった輸送船を見つけると、船自体は破壊し、乗組員たちは逃げ延びて後に別の船を調達して航海を続けた。
§7.31.2καὶ μετὰ τοῦτο ἀφικόμενος ὁ Δημοσθένης ἐς τὴν Ζάκυνθον καὶ Κεφαλληνίαν ὁπλίτας τε παρέλαβε καὶ ἐκ τῆς Ναυπάκτου τῶν Μεσσηνίων μετεπέμψατο καὶ ἐς τὴν ἀντιπέρας ἤπειρον τῆς Ἀκαρνανίας διέβη, ἐς Ἀλύζιάν τε καὶ Ἀνακτόριον, ὃ αὐτοὶ εἶχον.
その後デモステネスは、ザキュントスとケパレニアに到着して重装歩兵を軍勢に加え、ナウパクトスからメッセニア人を呼び寄せると、対岸のアカルナニア地方に渡り、アテナイ人が自ら領有していたアリュジアとアナクトリオンに入った。
§7.31.3ὄντι δ’ αὐτῷ περὶ ταῦτα ὁ Εὐρυμέδων ἀπαντᾷ ἐκ τῆς Σικελίας ἀποπλέων, ὃς τότε τοῦ χειμῶνος τὰ χρήματα ἄγων τῇ στρατιᾷ ἀπεπέμφθη, καὶ ἀγγέλλει τά τε ἄλλα καὶ ὅτι πύθοιτο κατὰ πλοῦν ἤδη ὢν τὸ Πλημμύριον ὑπὸ τῶν Συρακοσίων ἑαλωκός.
彼がこれらのことに従事していると、シケリアから帰航中のエウリュメドンに出会った。 エウリュメドンは、先の冬に軍資金を軍勢に届けるために送り出されていた者であったが、彼は様々な報告とともに、すでに航海中に、プレッミュリオンがシラクサ人によって占領されたことを知ったと伝えた。
§7.31.4ἀφικνεῖται δὲ καὶ Κόνων παρ’ αὐτούς, ὃς ἦρχε Ναυπάκτου, ἀγγέλλων ὅτι αἱ πέντε καὶ εἴκοσι νῆες τῶν Κορινθίων αἱ σφίσιν ἀνθορμοῦσαι οὔτε καταλύουσι τὸν πόλεμον ναυμαχεῖν τε μέλλουσιν·
また、ナウパクトスを指揮していたコノンも彼らのもとにやって来て、彼らに対峙して停泊しているコリントス船25隻が、戦闘状態を収めようとせず海戦を行おうとしていると報告した。
πέμπειν οὖν ἐκέλευεν αὐτοὺς ναῦς, ὡς οὐχ ἱκανὰς οὔσας δυοῖν δεούσας εἴκοσι τὰς ἑαυτῶν πρὸς τὰς ἐκείνων πέντε καὶ εἴκοσι ναυμαχεῖν.
そこでコノンは、自分たちの18隻の船では敵の25隻に対抗して海戦を行うには不十分であるとして、船を送るように求めた。
§7.31.5τῷ μὲν οὖν Κόνωνι δέκα ναῦς ὁ Δημοσθένης καὶ ὁ Εὐρυμέδων τὰς ἄριστα σφίσι πλεούσας ἀφ’ ὧν αὐτοὶ εἶχον ξυμπέμπουσι πρὸς τὰς ἐν τῇ Ναυπάκτῳ·
そこでデモステネスとエウリュメドンは、コノンに随伴させて、自分たちが率いていた中から最も快速の10隻をナウパクトスの船隊へと派遣した。
αὐτοὶ δὲ τὰ περὶ τῆς στρατιᾶς τὸν ξύλλογον ἡτοιμάζοντο, Εὐρυμέδων μὲν ἐς τὴν Κέρκυραν πλεύσας καὶ πέντε καὶ δέκα τε ναῦς πληροῦν κελεύσας αὐτοὺς καὶ ὁπλίτας καταλεγόμενος (ξυνῆρχε γὰρ ἤδη Δημοσθένει ἀποτραπόμενος, ὥσπερ καὶ ᾑρέθη), Δημοσθένης δ’ ἐκ τῶν περὶ τὴν Ἀκαρνανίαν χωρίων σφενδονήτας τε καὶ ἀκοντιστὰς ξυναγείρων.
そして彼ら自身は軍勢の招集の準備を始め、エウリュメドンはケルキュラへ航行して、彼らに15隻の船を艤装するよう命じ、同時に重装歩兵を徴募した(なぜなら彼は、選出された通り、引き返してすでにデモステネスと共同で指揮を執っていたからである)。 一方デモステネスは、アカルナニア周辺の地域から投石兵や投槍兵を集めた。