§7.32.1οἱ δ’ ἐκ τῶν Συρακουσῶν τότε μετὰ τὴν τοῦ Πλημμυρίου ἅλωσιν πρέσβεις οἰχόμενοι ἐς τὰς πόλεις ἐπειδὴ ἔπεισάν τε καὶ ξυναγείραντες ἔμελλον ἄξειν τὸν στρατόν, ὁ Νικίας προπυθόμενος πέμπει ἐς τῶν Σικελῶν τοὺς τὴν δίοδον ἔχοντας καὶ σφίσι ξυμμάχους, Κεντόριπάς τε καὶ Ἀλικυαίους καὶ ἄλλους, ὅπως μὴ διαφρήσωσι τοὺς πολεμίους, ἀλλὰ ξυστραφέντες κωλύσωσι διελθεῖν· ἄλλῃ γὰρ αὐτοὺς οὐδὲ πειράσειν· Ἀκραγαντῖνοι γὰρ οὐκ ἐδίδοσαν διὰ τῆς ἑαυτῶν ὁδόν. §7.32.2πορευομένων δ’ ἤδη τῶν Σικελιωτῶν οἱ Σικελοί, καθάπερ ἐδέοντο οἱ Ἀθηναῖοι, ἐνέδραν τινὰ τριχῇ ποιησάμενοι, ἀφυλάκτοις τε καὶ ἐξαίφνης ἐπιγενόμενοι διέφθειραν ἐς ὀκτακοσίους μάλιστα καὶ τοὺς πρέσβεις πλὴν ἑνὸς τοῦ Κορινθίου πάντας· οὗτος δὲ τοὺς διαφυγόντας ἐς πεντακοσίους καὶ χιλίους ἐκόμισεν ἐς τὰς Συρακούσας.
Meanwhile, when the envoys who had gone from Syracuse to the cities after the capture of Plemmyrium, having persuaded them and collected an army, were about to lead it, Nicias, having pre-discovered this, sent word to those of the Sicels who held the passes and were their allies, namely the Centuripes, the Halicyaeans, and others, that they should not let the enemy pass, but should combine and prevent them from getting through; for, he believed, the enemy would not even attempt to do so by any other route, since the Agrigentines would not grant them a passage through their own territory. When the Siceliots were already on their march, the Sicels, as the Athenians had requested, having laid an ambush in three divisions, fell upon them when they were off their guard and by surprise, and destroyed about eight hundred of them and all the envoys except one Corinthian; and this man conducted the survivors, about fifteen hundred in number, to Syracuse.