§7.31.1ὁ δὲ Δημοσθένης τότε ἀποπλέων ἐπὶ τῆς Κερκύρας μετὰ τὴν ἐκ τῆς Λακωνικῆς τείχισιν, ὁλκάδα ὁρμοῦσαν ἐν Φειᾷ τῇ Ἠλείων εὑρών, ἐν ᾗ οἱ Κορίνθιοι ὁπλῖται ἐς τὴν Σικελίαν ἔμελλον περαιοῦσθαι, αὐτὴν μὲν διαφθείρει, οἱ δ’ ἄνδρες ἀποφυγόντες ὕστερον λαβόντες ἄλλην ἔπλεον.
当时德摩斯梯尼在完成对拉科尼亚的设防后,正启航前往克基拉。 他在伊利斯地方的菲亚发现了一艘停泊着的商船,科林斯的重装步兵本打算乘该船渡海前往西西里。 他将船只本身摧毁,而士兵们逃脱后,后来又乘上另一艘船继续航行。
§7.31.2καὶ μετὰ τοῦτο ἀφικόμενος ὁ Δημοσθένης ἐς τὴν Ζάκυνθον καὶ Κεφαλληνίαν ὁπλίτας τε παρέλαβε καὶ ἐκ τῆς Ναυπάκτου τῶν Μεσσηνίων μετεπέμψατο καὶ ἐς τὴν ἀντιπέρας ἤπειρον τῆς Ἀκαρνανίας διέβη, ἐς Ἀλύζιάν τε καὶ Ἀνακτόριον, ὃ αὐτοὶ εἶχον.
此后,德摩斯梯尼抵达扎金索斯和凯法利尼亚,在此接纳了重装步兵,并从瑙帕克托斯召集了部分麦塞尼亚人,然后渡海前往对岸的阿卡纳尼亚大陆,进入了他们自己所占领的阿吕济亚和阿纳克托里翁。
§7.31.3ὄντι δ’ αὐτῷ περὶ ταῦτα ὁ Εὐρυμέδων ἀπαντᾷ ἐκ τῆς Σικελίας ἀποπλέων, ὃς τότε τοῦ χειμῶνος τὰ χρήματα ἄγων τῇ στρατιᾷ ἀπεπέμφθη, καὶ ἀγγέλλει τά τε ἄλλα καὶ ὅτι πύθοιτο κατὰ πλοῦν ἤδη ὢν τὸ Πλημμύριον ὑπὸ τῶν Συρακοσίων ἑαλωκός.
正当他忙于这些事务时,从西西里航行返回的欧里梅敦与他相遇。 欧里梅敦是在先前的冬季里因带着军饷送往军队而被派出的,他带回了其他消息,并报告说自己在航行途中已经获悉普莱米里翁已被叙拉古人攻陷。
§7.31.4ἀφικνεῖται δὲ καὶ Κόνων παρ’ αὐτούς, ὃς ἦρχε Ναυπάκτου, ἀγγέλλων ὅτι αἱ πέντε καὶ εἴκοσι νῆες τῶν Κορινθίων αἱ σφίσιν ἀνθορμοῦσαι οὔτε καταλύουσι τὸν πόλεμον ναυμαχεῖν τε μέλλουσιν· πέμπειν οὖν ἐκέλευεν αὐτοὺς ναῦς, ὡς οὐχ ἱκανὰς οὔσας δυοῖν δεούσας εἴκοσι τὰς ἑαυτῶν πρὸς τὰς ἐκείνων πέντε καὶ εἴκοσι ναυμαχεῖν.
指挥瑙帕克托斯的科农也来到他们那里,报告说与他们对峙停泊的二十五艘科林斯船只并没有结束战争的意图,而是准备进行海战;因此他请求他们派遣船只,因为他们自己的十八艘船不足以与敌人的二十五艘船进行海战。
§7.31.5τῷ μὲν οὖν Κόνωνι δέκα ναῦς ὁ Δημοσθένης καὶ ὁ Εὐρυμέδων τὰς ἄριστα σφίσι πλεούσας ἀφ’ ὧν αὐτοὶ εἶχον ξυμπέμπουσι πρὸς τὰς ἐν τῇ Ναυπάκτῳ·
于是,德摩斯梯尼和欧里梅敦从他们自己拥有的船只中挑出最快速的十艘,随同科农一起去支援瑙帕克托斯的船只。
αὐτοὶ δὲ τὰ περὶ τῆς στρατιᾶς τὸν ξύλλογον ἡτοιμάζοντο, Εὐρυμέδων μὲν ἐς τὴν Κέρκυραν πλεύσας καὶ πέντε καὶ δέκα τε ναῦς πληροῦν κελεύσας αὐτοὺς καὶ ὁπλίτας καταλεγόμενος (ξυνῆρχε γὰρ ἤδη Δημοσθένει ἀποτραπόμενος, ὥσπερ καὶ ᾑρέθη), Δημοσθένης δ’ ἐκ τῶν περὶ τὴν Ἀκαρνανίαν χωρίων σφενδονήτας τε καὶ ἀκοντιστὰς ξυναγείρων.
他们自己则开始准备招集军队,欧里梅敦航行到克基拉,命令他们装备十五艘船并招募重装步兵(因为他已经调头回来,正如他被选任的那样,与德摩斯梯尼共同担任指挥官),而德摩斯梯尼则从阿卡纳尼亚周边地区聚集投石兵和标枪兵。