§7.29.1τοὺς οὖν Θρᾷκας τοὺς τῷ Δημοσθένει ὑστερήσαντας διὰ τὴν παροῦσαν ἀπορίαν τῶν χρημάτων οὐ βουλόμενοι δαπανᾶν εὐθὺς ἀπέπεμπον, προστάξαντες κομίσαι αὐτοὺς Διειτρέφει, καὶ εἰπόντες ἅμα ἐν τῷ παράπλῳ (ἐπορεύοντο γὰρ δι’ Εὐρίπου) καὶ τοὺς πολεμίους, ἤν τι δύνηται, ἀπ’ αὐτῶν βλάψαι.
そこでアテナイ人は、現在の資金不足のために、デモステネスに合流するのが遅れたトラキア人たちに費用をかけたくないと考え、彼らをディエイトレペスに率いさせて帰還させることとし、同時に、その航路の途中で(というのも彼らはエウリポス海峡を通って進む予定だったから)、もし可能なら、彼らを使って敵に損害を与えるよう命じて、すぐに送り返した。
§7.29.2ὁ δὲ ἔς τε τὴν Τάναγραν ἀπεβίβασεν αὐτοὺς καὶ ἁρπαγήν τινα ἐποιήσατο διὰ τάχους καὶ ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀφ’ ἑσπέρας διέπλευσε τὸν Εὔριπον καὶ ἀποβιβάσας ἐς τὴν Βοιωτίαν ἦγεν αὐτοὺς ἐπὶ Μυκαλησσόν.
そこでディエイトレペスは、彼らをタナグラに上陸させて迅速に略奪を行わせ、夕方にはエウボイアのカルキスからエウリポス海峡を渡り、ボイオティアに上陸させて彼らをミカレッソスへと率いて行った。
§7.29.3καὶ τὴν μὲν νύκτα λαθὼν πρὸς τῷ Ἑρμαίῳ ηὐλίσατο (ἀπέχει δὲ τῆς Μυκαλησσοῦ ἑκκαίδεκα μάλιστα σταδίους), ἅμα δὲ τῇ ἡμέρᾳ τῇ πόλει προσέκειτο οὔσῃ οὐ μεγάλῃ, καὶ αἱρεῖ ἀφυλάκτοις τε ἐπιπεσὼν καὶ ἀπροσδοκήτοις μὴ ἄν ποτέ τινας σφίσιν ἀπὸ θαλάσσης τοσοῦτον ἐπαναβάντας ἐπιθέσθαι, τοῦ τείχους ἀσθενοῦς ὄντος καὶ ἔστιν ᾗ καὶ πεπτωκότος, τοῦ δὲ βραχέος ᾠκοδομημένου, καὶ πυλῶν ἅμα διὰ τὴν ἄδειαν ἀνεῳγμένων.
そして夜の間は、気づかれないようにヘルマイオンの近くで野営し(そこはミカレッソスからおよそ16スタディオン離れている)、夜明けとともに、大きくない都市であるミカレッソスに襲いかかり、これを占領した。 これは、海からこれほど遠く内陸に入って自分たちを襲撃する者などいるはずがないと考えて警戒もせず、不意を突かれた人々を襲ったこと、また、壁が脆弱で一部は崩壊しており、しかも低く築かれており、同時に、安全だと信じ込んでいたために門が開け放たれていたことによる。
§7.29.4ἐσπεσόντες δὲ οἱ Θρᾷκες ἐς τὴν Μυκαλησσὸν τάς τε οἰκίας καὶ τὰ ἱερὰ ἐπόρθουν καὶ τοὺς ἀνθρώπους ἐφόνευον φειδόμενοι οὔτε πρεσβυτέρας οὔτε νεωτέρας ἡλικίας, ἀλλὰ πάντας ἑξῆς, ὅτῳ ἐντύχοιεν, καὶ παῖδας καὶ γυναῖκας κτείνοντες, καὶ προσέτι καὶ ὑποζύγια καὶ ὅσα ἄλλα ἔμψυχα ἴδοιεν·
トラキア人たちはミカレッソスになだれ込むと、家々や神殿を略奪し、老人か若者かを問わず容赦なく人々を殺戮した。 いや、出会う者はすべて、子供も女性も次々に殺し、さらに荷車を引く獣や、目に入る他のすべての生き物までも殺した。
τὸ γὰρ γένος τὸ τῶν Θρᾳκῶν ὁμοῖα τοῖς μάλιστα τοῦ βαρβαρικοῦ, ἐν ᾧ ἂν θαρσήσῃ, φονικώτατόν ἐστιν.
なぜなら、トラキア人の民族は、野蛮人のなかでも極めて残虐な部類に似ており、優勢に立つときには、最も殺戮を好むからである。
§7.29.5καὶ τότε ἄλλη τε ταραχὴ οὐκ ὀλίγη καὶ ἰδέα πᾶσα καθειστήκει ὀλέθρου, καὶ ἐπιπεσόντες διδασκαλείῳ παίδων, ὅπερ μέγιστον ἦν αὐτόθι καὶ ἄρτι ἔτυχον οἱ παῖδες ἐσεληλυθότες, κατέκοψαν πάντας·
そしてその時、少なからぬ混乱が生じ、あらゆる形の死と破壊が蔓延していた。 さらに彼らは、そこにあった最も大きく、子供たちがちょうど登校したばかりの学校を襲い、全員をめった斬りにして殺した。
καὶ ξυμφορὰ τῇ πόλει πάσῃ οὐδεμιᾶς ἥσσων μᾶλλον ἑτέρας ἀδόκητός τε ἐπέπεσεν αὕτη καὶ δεινή.
この不測の恐ろしい悲劇は、都市全体にとって、他のいかなるものよりも甚大な災厄であった。